Αρχική » Νεότητα » Συμβουλές
Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν Χαίροις Θεογεννῆτορ ἁγνή, τῆς ἀγαθότητος πηγὴ ἡ ἀκένωτος, Ἑλλήνων ἡ θεία σκέπη, καὶ προστασία θερμή, καὶ παραμυθία ἐν ταῖς θλίψεσι‧ πρὸς σὲ γὰρ Πανάμωμε, καταφεύγομεν πάντοτε, καὶ σωτηρίαν καὶ εἰρήνην καὶ λύτρωσιν, τῇ σῇ χάριτι, ἀληθῶς κομιζόμεθα‧ ὅθεν τῆς θείας Σκέπης σου, ὑμνοῦμεν τὰ θαύματα, καὶ τῆς προνοίας σου Κόρη, τοὺς οἰκτιρμοὺς μεγαλύνομεν, δι' ὧν ἀεὶ σῴζεις, περιστάσεων ποικίλων, τοὺς πεποιθότας σοι.
|