«Η πολύχρονη υπομονή οδηγεί στην ταπείνωση.Η ταπείνωση οδηγεί στην υγεία της ψυχής.Η υγεία της ψυχής στη γνώση του Θεού.Η γνώση του Θεού στην αγάπη του Θεού και τέλος η αγάπη του Θεού στη χαρά του Θεού.Τη γλυκύτερη όλων». Άγιος Ισαάκ ο Σύρος



Ιερές Ακολουθίες του μήνα
Αρχική » Λειτουργικά κείμενα » Προσευχές Διάφορες

 

Δέσποτα Κύριε ᾿Ιησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, οἶδα μέν, οἶδα, Φιλάνθρωπε, ὅτι οὔκ εἰμι ἄξιος ὁ ἁμαρτωλὸς ὑπὲρ ἑτέρων εὔχεσθαι ἤ παρακαλεῖν, ὁ πολλῶν εὐχῶν παρ᾿ ἑτέρων δεόμενος, ἀλλὰ Σὺ ἐνετείλω πᾶσιν ἡμῖν ὑπὲρ ἀλλήλων εὔχεσθαι· τούτου χάριν κἀγὼ ὁ ταπεινὸς καὶ ἀνάξιος δέομαί Σου, λέγων. Μνήσθητι, Κύριε, πάντων τῶν εὐσεβῶν καὶ ᾿Ορθοδόξων Χριστιανῶν, ᾿Αρχιερέων, ῾Ιερέων, Διακόνων, Μοναχῶν καὶ πάσης ᾿Εκκλησιαστικῆς Τάξεως. Μνήσθητι, Κύριε, πάσης ᾿Αρχῆς καὶ ᾿Εξουσίας καὶ χάρισαι αὐταῖς βαθεῖαν καὶ ἀναφαίρετον εἰρήνην, ἵνα ἐν τῇ γαλήνῃ αὐτῶν ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.

Μνήσθητι, Κύριε, τῶν κοπιώντων ἐν λόγῳ καὶ διδασκαλίᾳ καὶ παντὶ τρόπῳ ἀσκουμένων διὰ τὸ ῎Ονομά Σου τὸ ἅγιον καὶ ἐνίσχυσον αὐτούς. Μνήσθητι, Κύριε, τῶν ἐν παρθενίᾳ καὶ ἀσκήσει διαγόντων, ἔτι δὲ καὶ τῶν ἐν τιμίῳ καὶ σεμνῷ γάμῳ διαβιούντων. Μνήσθητι, Κύριε, παντὸς τοῦ Λαοῦ Σου, τοῦ δεομένου τῆς Σῆς μεγάλης εὐσπλαγχνίας, ἔτι δὲ καὶ παντὸς τοῦ πλάσματός Σου ἐν παντὶ τόπῳ τῆς δεσποτείας Σου, καὶ ἐπὶ πάντας ἔκχεον τὸ Σὸν πλούσιον ἔλεος. Μνήσθητι, Κύριε, πάσης ψυχῆς Χριστιανῆς θλιβομένης καὶ καταπονουμένης καὶ τὸ φοβερὸν καὶ ἅγιόν Σου ῎Ονομα ἐπικαλουμένης.

Μνήσθητι, Κύριε, πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων ἤ ἄλλῃ τινὶ θλίψει ἐξεταζομένων. Μνήσθητι, Κύριε, τῶν ἐξ ἐπηρείας τοῦ διαβόλου μισούντων ἡμᾶς ἤ φθονούντων, ἤ λοιδορούντων, ἤ διαβαλλόντων, ἤ ἀδικούντων, ἤ ἄλλο τι καθ᾿ ἡμῶν ποιησάντων ἤ ποιούντων, καὶ συγχώρησον αὐτοῖς. Μνήσθητι, Κύριε, τῶν ἐν λόγῳ ἤ ἔργῳ ἤ οἱῳδήποτε τρόπῳ καὶ νεύσει καὶ οἰκονομίᾳ τῆς Σῆς Θείας Πρόνοιας εὐεργετησάντων ἤ εὐεργετούντων ἡμᾶς· καὶ τοὺς μὲν ἀγαθοὺς ἀγαθοποίησον, τοὺς δὲ πονηροὺς εἰς τὸ ἀγαθὸν ἐπίστρεψον. Μνήσθητι, Κύριε, πάντων τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν, καὶ παράσχου αὐτοῖς τὰ πρός σωτηρίαν αἰτήματα. Μνήσθητι, Κύριε, πατέρων, διδασκάλων, ἀδελφῶν, συγγενῶν καὶ φίλων. Μνήσθητι, Κύριε, τῶν πεπλανημένων καὶ μακρὰν τῆς ᾿Αληθείας Σου εὑρισκομένων, καὶ ἐπίστρεψον αὐτοὺς τῇ ῾Αγίᾳ Σου Καθολικῇ καὶ ᾿Αποστολικῇ ᾿Εκκλησίᾳ. Μνήσθητι, Κύριε, πάντων τῶν ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων ᾿Ορθοδόξων Χριστιανῶν.

Μνήσθητι, Κύριε, καὶ τῆς ἐμῆς ταπεινότητος καὶ ἀθλιότητος, καὶ συγχώρησόν μοι ὅσα Σοι ἥμαρτον καθ᾿ ὅλον τὸν τῆς ζωῆς μου χρόνον ἐν διανοίᾳ, λόγῳ καὶ πράξει, ἔτι δὲ καὶ τὰ ἀρτίως μοι ἐπιγεγονότα πταίσματα ἐν τῷ καιρῷ τῆς προσευχῆς, καὶ εὐδόκησον τὴν ἐμὴν τελευτὴν γενέσθαι ἐν μετανοίᾳ ἀληθεῖ, καὶ Πίστει ᾿Ορθοδόξῳ, καὶ συνειδότι ἀκαταγνώστῳ· πρεσβείαις τῆς παναχράντου Σου Μητρός, καὶ πάντων τῶν ῾Αγίων τῶν ἀπ᾿ αἰῶνός Σοι εὐαρεστησάντων. ᾿Αμήν.

 

Εὐχὴ εἰς τὴν ῾Υπεράμωμον Θεοτόκον


 

Παναγία, Δέσποινά μου Θεοτόκε, ἡ μόνη καθαρωτάτη ψυχῇ τε καὶ σώματι, ἡ μόνη κατοικητήριον ὅλη γενομένη τῆς ὅλης χάριτος τοῦ Παναγίου Πνεύματος, κἀντεῦθεν καὶ αὐτὰς τὰς ἀΰλους καὶ ἀγγελικὰς Δυνάμεις ἀσυγκρίτως ὑπερβᾶσα τῇ καθαρότητι καὶ τῷ ἁγιασμῷ τῆς ψυχῆς καὶ τοῦ σώματος. ῎Επιδε ἐπ᾿ ἐμὲ τὸν ἐναγῆ καὶ ἀκάθαρτον καὶ ρερυπωμένον καὶ ψυχὴν καὶ σῶμα τῷ μολυσμῷ τῆς ἐμπαθοῦς καὶ ἐνηδόνου ζωῆς μου. Κάθαρόν μου τὴν ἐμπαθῆ διάνοιαν καὶ ἅγνισον· διόρθωσόν μου τοὺς πεπλανημένους καὶ τετυφλωμένους λογισμούς· ρύθμισον καὶ παιδαγώγησόν μου τὰς αἰσθήσεις, ἐλευθέρωσόν με τῆς τυραννούσης κακίας καὶ αἰσχρᾶς συνηθείας τῶν ἀκαθάρτων προλήψεων καὶ παθῶν. Στῆσόν μου πᾶσαν τὴν κατ᾿ ἐνέργειαν ἁμαρτίαν, καὶ δώρησαί μοι νῆψιν καὶ διάκρισιν τῷ ἐσκοτισμένῳ καὶ ταλαιπώρῳ νοῒ πρὸς διόρθωσιν τῶν οἰκείων σφαλμάτων τε καὶ πτωμάτων, ἵνα τοῦ σκότους τῆς ἁμαρτίας ἀπαλλαγείς, καταξιωθῶ δοξάζειν καὶ ἀνυμνεῖν ἐν παρρησίᾳ, Σὲ τὴν μόνην ἀλη- θινὴν Μητέρα τοῦ ἀληθινοῦ φωτός, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. ῞Οτι μόνη σὺν Αὐτῷ καὶ δι᾿ Αὐτοῦ εὐλογημένη καὶ δεδοξασμένη ὑπάρχεις ὑπὸ πάσης τῆς ἀοράτου καὶ ὁρατῆς κτίσεως, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.





Επίκαιρα κείμενα

DVD Πατήστε εδώ για να το δείτε

Επικοινωνία | Ο Ναός μας | Εκδόσεις
Copyright Ιερός Ναός Αγίου Νικολάου του Νέου, με την υποστήριξη της e-RDA