«Η πολύχρονη υπομονή οδηγεί στην ταπείνωση.Η ταπείνωση οδηγεί στην υγεία της ψυχής.Η υγεία της ψυχής στη γνώση του Θεού.Η γνώση του Θεού στην αγάπη του Θεού και τέλος η αγάπη του Θεού στη χαρά του Θεού.Τη γλυκύτερη όλων». Άγιος Ισαάκ ο Σύρος



Ιερές Ακολουθίες του μήνα
Αρχική » Λειτουργικά κείμενα » Προσευχές Διάφορες

 

 

Ἀπολυτίκιον. Ἦχος πλ. α´.
Τὸν συνάναρχον Λόγον.
Εὐσπλαγχνίᾳ θαῤῥήσας τῇ ἀμετρήτῳ Σου, ὁ ἐραστὴς ἁμαρτίας καὶ πονηρῶν λογισμῶν, κράζω· Σῶτερ μὲ φιλάνθρωπε ὑπόδεξαι, ὡς τὸν Τελώνην τὸν Ληστήν, καὶ τὸν Ἄσωτον ταχύ, εἰς κόλπους Σου τοὺς τιμίους, διὰ τῶν Σῶν Μυστηρίων, τῶν παναχράντων Μεταλήψεως


Ὁ Κανῶν φέρει τήνδε τὴν ἀκροστιχίδα.

ΑΝΟΙΞΟΝ ΜΟΙ ΠΥΛΑΣ ΜΕΤΑΝΟΙΑΣ, ΣΩΤΕΡ. X. Μ. Μ.

ᾨδὴ α´. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀσώτως τὸν βίον μου, δαπανῶν ὁ φιλαμαρτήμων, φεῦ ὀργίλος καὶ ἀκρατής, τῇ Σῇ σπεύδω Σῶτερ θείᾳ σκέπῃ, ἵνα ῥυσθῶ ἐξὀνύχων τοῦ δράκοντος.


Νεκρὸν ἔργων πράξεων λογισμῶν, ἁγνῶν Πανοικτίρμον, πέλοντά με καὶ ἀρετῶν, ἀνάστησον θείᾳ μεταλήψει, τῶν ζωτικῶν καὶ φρικτῶν Μυστηρίων Σου.


Οὐδεὶς προσερχόμενος τῶν βροτῶν, ἄξιως ἐσθίει σάρκα, Σῶτερ Σὴν ἱεράν, καὶ πίνει τὸ πάντιμόν Σου αἷμα, ὑπὲρ ἡμῶν ὁ προθύμως ἐξέχεας.

Θεοτοκίον.
Ἱλέωσαι Δέσποινα καὶ ἐμοί, τὸν θεῖον σοῦ Τόκον, καὶ σὸν δοῦλον τὸν εὐτελῆ, βιῶσαι ἀξίωσον ἀμέμπτως, τὸν Μυστηρίοις σεπτοῖς προσερχόμενον.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ξενωθέντα με Σῶτερ, Σῆς δαψιλοῦς χάριτος, καὶ συγκοινωνήσαντα ἔργοις, φαύλοις εἰς βόρβορον, μὴ μὲ ἀπώσῃ τὸν Σόν, ῥερυπωμένον οἰκέτην, ἀλλὰ Δείπνου μέτοχον, Σοῦ νῦν μὲ ποίησον.

Ὁ πιστοὺς ἁγιάζων, διὰ τοῦ Σοῦ σώματος, καὶ τοῦ αἵματός Σου τοῦ θείου, Σῶτερ εὐΐλατε, ἁγίασόν με τὸν νῦν, ἐπιποθοῦντα ἀπαύστως, δι᾿ Αὐτῶν ἐκτρέφεσθαι, τάλανα δοῦλόν Σου.

Νὺξ παθῶν με συνέχει, καὶ χαλεπὴ Κύριε, δίνη λογισμῶν ἀκαθάρτων, καταποντίζει με, ἀλλὰ θαῤῥῶν οἰκτιρμοῖς, τοῖς Σοῖς προσέρχομαι πόθῳ, Μυστικῷ τῷ Δείπνῳ Σου, καὶ κράζω· σῶσόν με.
Θεοτοκίον.
Μὴ στερήσῃς με Μῆτερ, τῆς τοῦ σεπτοῦ Τόκου σου, θείας κοινωνίας ἐν δόμοις, ἀνῶ λαμπρότητος· διόπερ μεταλαβεῖν, τῶν ἱερῶν Μυστηρίων, νῦν με καταξίωσον, σαῖς παρακλήσεσιν.

ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.
Ὁδοδείκτης πρὸς θέωσιν, γένοιτό μοι Σῶτερ τῶν Μυστηρίων Σου, τῶν ἀχράντων ἡ μετάδοσις, νοῦν ἡ ἀνυψοῦσά μου ὑλόφρονα.

Ἵνα σβέσω τὸν καύσωνα, τῶν ἀμπλακημάτων μου Σῶτερ κράζω Σοι· δρόσον πέμψον μοι Θεάνθρωπε, διὰ τῶν ἁγίων Μυστηρίων Σου.

Παμβεβήλου τὰ βέλεμνα, ἵνα ἀποκρούσω ἀσπίς μοι γένοιτο, ἡ μετάληψις Σοῦ σώματος, Ζωοδότα καὶ Σοῦ θείου αἵματος.
Θεοτοκίον.


Ὑπερόπτην Πανάχραντε, δεῖξον τῶν προσύλων με καὶ ἰκάνωσον, Μυστηρίοις με προσέρχεσθαι, τοῖς σεπτοῖς ἀξίως ὁ τρισδύστηνος.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.


Λάμπρυνον στολήν, τῆς ψυχῆς μου Σῶτερ κράζω Σοι, ἵνα Δείπνου Σου μετάσχω τοῦ φρικτοῦ, καὶ εἰσέλθω εἰς σκηνὰς ἀγαλλιάσεως.

Ἅγνισον ἡμᾶς, τῇ μεθέξει τῶν ἀχράντων Σου, Μυστηρίων Ζωοπάροχε Χριστέ, ὁ δωρούμενος ἡμῖν τὸ μέγα ἔλεος.

Σῶτερ ἀγαθῶν, φρέαρ γένοιτο ἀκένωτον, ἡ μετάληψις τῶν Σῶν ζωοποιῶν, Μυστηρίων φιληδόνῳ νῦν οἰκέτῃ σου.


Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, μέλλοντά μὲ νῦν προσέρχεσθαι, τοῖς ἀχράντοις Μυστηρίοις μολυσμοῦ, τῆς σαρκὸς καὶ τῆς ψυχῆς εὐχαῖς σου κάθαρον.

ᾨδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.
Εἰς ἄφεσιν, τῶν πολλῶν πταισμάτων μου, ἡ μετάληψις τῶν Σῶν Μυστηρίων, τοῦ παναχράντου Σου σώματος Σῶτερ, καὶ τοῦ τιμίου Σου αἵματος γένοιτο, καὶ εἰς ἑξάληψιν παθῶν, χαλεπῶς τρυχομένων με Κύριε.


Τὸ πάντιμον, σῶμά Σου καὶ αἷμά Σου, γενηθήτω μοι Παντάναξ πῦρ φλέγον, παθῶν ἐκκαῖον παντοίων τριβόλους, καὶ ἁμαρτίας ζοφώδους τὰ φρύγανα, ἵνα ψυχῆς μου ἐν τῇ γῇ, σωτηρίας βλαστήσωσι λείρια.

Ἀφάνισον, λογισμοὺς ἀτάκτους μου, ἐνθυμήσεις μυαρὰς καὶ προλήψεις, τοῦ μετὰ φόβου καὶ πίστεως Σῶτερ, προσερχομένου νῦν τλήμονος δούλου Σου, πρὸς τὴν μετάληψιν τῶν Σῶν, Μυστηρίων φιλεύσπλαγχνε Κύριε.

Θεοτοκίον.
Νενέκρωμαι, οἴμοι παραπτώμασι, Κοσμοσώτειρα καὶ πράξεσι φαύλαις, ἀλλὰ θαῤῥῶν μητρικῇ παῤῥησίᾳ, τῇ σῇ κραυγάζω· ἡ θεία μετάληψις, τῶν Μυστηρίων σου Υἱοῦ, εἰς ζωὴν γένοιτό μοι ἀθάνατον.


ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἶδα Σῶτερ οἰκτίρμον, ὅτι μεταλαμβάνω, Σοῦ θείου σώματος, καὶ αἵματος τιμίου, τοῦ Σοῦ ὁ πολυτλήμων, ἀναξίως πλὴν δέομαι· εἰς φωτισμόν μοι αὐτά, τὰ ἅγια γενέσθω.

Ἱκανὸς Παντεπόπτα, οὐκ εἰμί Σε ξενίσαι, ἀλλ᾿ὡς φιλάνθρωπος, ἐν τῇ ἐμῇ σκηνῶσαι, ψυχῇ ἐπειδὴ βούλῃ, νῦν θαῤῥῶν Σοι προσέρχομαι, βοῶν· ὡς πόρνην ποτέ, δακρύουσάν με δέξαι.


Ἄνες ἄφες Οἰκτῖρμον, καὶ συγχώρησον δούλῳ, τῷ ἀναξίῳ Σου, καὶ πάριδέ μου ὅσα, ἐν γνώσει καὶ ἀγνοίᾳ, παραπτώματα ἥμαρτον, Σοὶ λόγοις ἄγαν πικροῖς, καὶ παρανόμοις ἔργοις.
Θεοτοκίον.
Στεναγμοὺς τῆς καρδίας, τοῦ σοῦ δούλου Παρθένε, τῷ θείῳ Τόκῳ σου, προσάγαγε καὶ σῶσον, εὐχαῖς σου ἐκ θανάτου, αἰωνίου τὸν σπεύδοντα, νῦν τοῖς σεπτοῖς σοῦ Υἱοῦ, καὶ θείοις Μυστηρίοις.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Συνέτισόν με, καὶ δεῖξον Πνεύματος θείου, οἰκητήριον τὸν κοινωνήσαι, Σοῦ τῶν Μυστηρίων, ἐπιποθοῦντα Σῶτερ.


Ὡς τὸν Τελώνην, μετανοήσαντα Σῶτερ, οὐκ ἐστέρησας τῆς χάριτός Σου, οὕτω Μυστηρίων, τῶν Σῶν μὴ μὲ στερήσῃς.


Τῆς συνηθείας, τῆς πονηράς μου καὶ φαύλης, εἰς ἔμποδιον Σῶτερ γενέσθω, Σοῦ τῶν Μυστηρίων, τῶν ἱερῶν ἡ λῆψις.


Θεοτοκίον.
Ἐσκοτισμένης, ψυχῆς μου φῶς Θεοτόκε, φώτισόν μου καρδίας τὰς κόρας, τοῦ νῦν προσιόντος, τοῖς θείοις Μυστηρίοις.


ᾨδὴ Θ´. Κυρίως Θεοτόκον.


Ῥυπώδη τῆς ψυχῆς μου, κάθαρον χιτῶνα, ἵνα ἐν ταῖς τῶν Ἁγίων λαμπρότησι, τῶν Σῶν εἰσέλθω ὁ τάλας, Χριστὲ φιλάνθρωπε.

Χαρᾶς ἀτελευτήτου, κοινωνὸν Σὸν δοῦλον, τὸν προσερχόμενον νῦν καταξίωσον, τοῖς Μυστηρίοις τοῖς θείοις Υἱὲ τοῦ Κτίσαντος.

Μακρόθυμε τῆς δόξης, Κύριε ὁ θέλων, πάντας σωθῆναι ἀνθρώπους τοῦ Δείπνου Σου, νῦν κοινωνόν με οἰκέτην τὸν Σὸν παράλαβε.



Θεοτοκίον
Μαρία τοῦ Σωτῆρος, καὶ Θεοῦ καθέδρα, μεταλαβεῖν τὸν σὸν δοῦλον ἀξίωσον, τῶν Μυστηρίων τῶν θείων Θεογεννήτρια.


Δίστιχον.

Ὡς τὸν Ἄσωτον μετανοοῦντα, Οἰκτῖρμον,
δέξαι, Κύριε, Σὸν δοῦλον Χαραλάμπη.
ΤΕΛΟΣ ΚΑΙ ΔΟΞΑ ΤΩ ΜΟΝΩ ΑΛΗΘΙΝΩ ΘΕΩ ΗΜΩΝ
Ποίημα Χαραλάμπους Μπούσια

 





Επίκαιρα κείμενα

DVD Πατήστε εδώ για να το δείτε

Επικοινωνία | Ο Ναός μας | Εκδόσεις
Copyright Ιερός Ναός Αγίου Νικολάου του Νέου, με την υποστήριξη της e-RDA