Δεν σου ζητάνε πολλά. Το μόνο που θέλουν από σένα είναι να μισείς τα πράγματα που αγαπάς και να αγαπάς τα πράγματα που απεχθάνεσαι. Μπορίς Πάστερνακ



Ιερές Ακολουθίες του μήνα
Αρχική » Λειτουργικά κείμενα » Προσευχές Διάφορες

ΕΥΧΗ EYXAΡΙΣΤΗΡΙΟΣ

Εἰς τὸν Ἅγιον Ὁσιομάρτυρα

ΝΙΚΟΛΑΟΝ ΤΟΝ ΕΝ ΒΟΥΝΕΝΟΙΣ.

(Λεγομένη εἰς τό πέρας ἑκάστης ἑορτίου τούτου πανηγύρεως).

Ποίημα Καθηγουμένης Ἰσιδώρας Μοναχῆς Ἁγιεροθεϊτίσσης.

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ θαυμαστὸς ἐν τοῖς Ἁγίοις σου καὶ δι' αὐτῶν ἐν δόξῃ ἀεὶ ἐν δο ξα ζόμενος· ὁ τὰς ἱκεσίας αὐτῶν ὑπὲρ τοῦ λαοῦ σου εὐμενῶς δεχόμενος καὶ τὰ πρόσφορα καὶ λυσιτελῆ δι' αὐτῶν παρέχων ἑνὶ ἑκάστῳ, κατὰ τὴν ἐπικειμένην τοῖς χρή ζουσιν ἀνάγκην· ὁ διδοὺς εὐχὴν τῷ εὐχομένῳ καὶ εὐλογῶν τοὺς ἐν ἐκκλησίαις τὰς προσευχὰς προσ φέροντάς σοι· ὁ ἀξιώσας ἡμᾶς ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς οἰκείως προσομιλεῖν σοι· ὁ ἐγγίζων ἡμῖν ἐν συμπαθείᾳ καὶ ἐνωτιζόμενος τῆς φωνῆς τῶν ἐπικαλουμένων σε ἐξ ὅλης καρδίας· ὁ παριστάμενος ἐν μέσῳ ἡμῶν τῶν συ νηγ μένων ἐπὶ τῷ ὀνόματί σου τῷ Ἁγίῳ καὶ τὰς ἑορτὰς ἡμῶν τῇ σφραγίδι τοῦ Πνεύματός Σου ἁγιάζων, εἰς δόξαν σὴν καὶ μεγαλοπρέπειαν τῆς ἀφάτου σου μεγαλωσύνης· ὁ χαίρων ἐπὶ τῇ συνέσει ἡμῶν καὶ ἐπὶ τῇ ἑτοιμασία τῶν ἑορτῶν ἡμῶν συνευδοκῶν, τῆς χάριτος τὰς δωρεὰς προσθέτων πλουσιοπαρόχως καὶ τὰς εὐχαριστηρίους ᾠδὰς ἡμῶν προσδεχόμενος.

Αὐτὸς καὶ νῦν, Κύριε, πρόσδεξαι καὶ ἡμῶν τῇ ὥρᾳ ταύτῃ τὰς εὐχαριστηρίους φωνὰς ἡμῶν, τῶν δοξολογούν των σε καὶ αἰνούντων καὶ εὐλογούντων σε, ἐπὶ τῇ ὁλοκληρώσει τῆς ἑορτίου πανηγύρεως τοῦ Ἁγίου ὁσιομάρτυρός σου Νικολάου τοῦ ἐν Βουνένοις. Τὸ πέρας τῆς ἑορτῆς ταύτης εὐλογῶν εὐλόγησον Κύριε, καθὼς ηὐλόγησας τῇ πατρικῇ χειρί σου καὶ τὴν ἑτοιμασίαν καὶ τὴν ἀπαρχὴν καὶ τὴν τέλεσιν τῆς συνάξεως ἡμῶν, τῆς ἑορτίου ταύτης· τὰς διανοίας ἡμῶν ἀσφάλισον τῷ φόβῳ σου καὶ τὰς καρδίας ἡμῶν περιφρούρησον τῇ ἀγάπῃ σου, τὰ δὲ χείλη ἡμῶν σφράγισον εἰς τὸ μὴ λαλεῖν μάταια καὶ ἀνωφελῆ, ἀλλὰ τὴν ἱερολογίαν τῆς ἑορτῆς ταύτης προσφέρειν σοι διηνεκῶς καὶ λέγειν σοι ἐξ ὅλης πίστεως καὶ πεποιθήσεως τὸν ὕμνον τῆς ἀφοσιώσεώς σου. Καθὼς καὶ ὁ σήμερον ἑορτα ζόμενος Ἅγιος Νικόλαος ὁ ἐν Βουνένοις, προσέφερέ σοι ὅλον ἑαυτὸν θυσίαν δεκτὴν καὶ εὐάρεστον ἐνώπιόν σου, παραδοὺς ἑαυτὸν τύπον καὶ ὑπογραμμὸν ἀξιομιμήτου πολιτείας.

Τοῖς ἴχνεσιν αὐτοῦ βαδίζειν ἡμᾶς ποίησον Κύριε, εἰς τὸ μὴ ἑαυτοῖς ἀρέσκειν, ἀλλὰ σοὶ τῷ ποιητῇ καὶ πλάστη καὶ Πατρὶ ἡμῶν, τῷ φιλανθρώπῳ, τῷ χαίροντι ἐν ταῖς μνήμαις τῶν Ἁγίων σου. Τὴν ἑορτὴν αὐτῶν ἑκάστοτε ἐπιτελεῖν ἡμᾶς ἱκάνωσον, ἵνα τούτων ἡ τιμὴ εἰς Σὲ διαβαίνει, τὸν μόνον Κύριον καὶ Θεὸν ἡμῶν.

ᾯ πρέπει δόξα, τιμή, κράτος καὶ ἡ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.





Επίκαιρα κείμενα

DVD Πατήστε εδώ για να το δείτε

Επικοινωνία | Ο Ναός μας | Εκδόσεις
Copyright Ιερός Ναός Αγίου Νικολάου του Νέου, με την υποστήριξη της e-RDA