Δεν σου ζητάνε πολλά. Το μόνο που θέλουν από σένα είναι να μισείς τα πράγματα που αγαπάς και να αγαπάς τα πράγματα που απεχθάνεσαι. Μπορίς Πάστερνακ



Ιερές Ακολουθίες του μήνα
Αρχική » Λειτουργικά κείμενα » Προσευχές Διάφορες

 ΚΑΝΩΝ  ΠΑΡΑΚΛΗΤΙΚΟΣ

ΕΙΣ ΤΟΥΣ ΕΝ ΒΟΙΩΤΙΑ ΔΙΑΛΑΜΨΑΝΤΑΣ ΑΓΙΟΥΣ

Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου.

 

Εὐλογήσαντος του  Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὃ τὸ Θεὸς Κύριος ὡς συνήθως καὶ τὸ ἑξῆς: 

Ἣχος δ΄. Ὃ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Ως τοῦ Σωτῆρος παρεστῶτες τῷ θρόνω ὁ δεκάριθμος χορὸς τῶν Ἁγίων, τῆς Βοιωτίας θεῖοι ἀντιλήπτορες, ἐκτενῶς πρεσβεύσατε, πάσης ρύεσθαι βλάβης, καὶ παντοίων θλίψεων, καὶ κινδύνων καὶ πόνων τοὺς τῇ πρεσβεία σπεύδοντες ὑμῶν, καὶ ἀνυμνούντας, ὑμῶν τὴν συνέλευσιν. 

Θεοτοκίον.

Οὗ σιωπήσωμεν ποτέ....

 

Ό Ν΄  καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς:

«Ἁγίων λιταῖς σῶσον μὲ Σῶτερ. Γερασίμου». 

Ἦχος Πλ. δ΄. ᾨδῇ α΄. Ὑγράν διοδεύσας.

 

Αγίων συνέλευσις ἱερά, τῶν ἐν Βοιωτία, πλεῖστοι εἴδεσιν ἀρετῆς, Χριστὸν δοξασάντων ἐκδυσώπει, ἁμαρτιῶν ἠμῖν δοῦναι συγχώρησιν. 

  

Γαλήνην αἰτεῖσθε παρὰ Χριστοῦ, καὶ πάσης ἀνάγκης, τὴν ταχείαν ἀπαλλαγήν, δῆμος ὁ δεκάριθμος Ἁγίων, ἠμῖν τοῖς πόθω ὑμᾶς μακαρίζουσιν.

 

Ιλύος καθάρατε τῶν παθῶν, ὑμῶν ταῖς πρεσβείαις Βοιωτίας λύχνον λαμπροί, δῆμος ὁ δεκάριθμος Ἁγίων, τοὺς προσιόντας ὑμῖν μετὰ πίστεως.

Θεοτοκίον.

Ως Μήτηρ τοῦ πάντων Δημιουργοῦ, Κεχαριτωμένη, Ἀειπάρθενε Μαριάμ, ἐχθροῦ της πικρᾶς μὲ τυραννίδος τῇ δυναστεία σου ρύσαι καὶ σῶσον με.

 

ᾨδῇ γ΄. Οὐρανίας ἁψίδος. 

Νόμου θείου ἐργᾶται, ὡς ἀληθῶς ὤφθητε, τὸ τῶν δεκαρίθμων Ἁγίων, Ἅγιον σύστημα· ὅθεν λυτρώσασθε, ἀνομιῶν πολύτρόπων, καὶ πάσης κακώσεως, ἠμᾶς δεόμεθα. 

Λαμπρυνόμενος φέγγει, Τριαδικῷ  Ἅγιε, ρύσαι σκοτασμοῦ παθημάτων, Λουκᾶ Ἀπόστολε, τοὺς καταφεύγοντας, τῇ φωταυγεῖ σου πρεσβεία, καὶ πταισματῶν αἶτησαι, ἠμῖν τὴν ἄφεσιν.

 

Ιατρεύων τὰ πάθη, τὰ χαλεπὰ Ἅγιε, Ροῦφε, ἐν ταῖς Θήβαις ἐπέστης, Πνεύματος χάριτι· ὅθεν ἰάτρευσον,κάμε κατ’ ἄμφω νοσοῦντα, καὶ φόβω τῷ κρείττονι, τὸν νοῦν μου ρύθμισον. 

Θεοτοκίον.

Τὸν Θεὸν τῶν ἁπάντων, καὶ Ποιητὴν τέτοκας, καὶ μετὰ τὸν ἄφραστον τόκον, Παρθένος ἔμεινας, Θεοχαρίτωτε· ὅθεν καμὲ τὸν φθαρέντα, πάσαις παραβάσεσι, καίνισον δέομαι. 

                     

Διάσωσον Δεκαρίθμων Ἁγίων σύστημα θεῖον,πάσης βλάβης καὶ πειρασμῶν τε καὶ θλίψεων,τοὺς προσιόντας τῇ θεία ὑμῶν πρεσβεία.

 

Επίβλεψον ἐν εὐμενεία, Πανύμνητε Θεοτόκε ἐπί τήν δεινήν ἠμῶν τοῦ σώματος κάκωσιν, καί ἴασαι τό τῆς ψυχῆς ἤμων ἄλγος.

 

Αἴτησις καὶ τὸ Κάθισμα.

Ἦχος β '. Πρεσβεία θερμή.

Δεκάριθμος χορός, Ἁγίων ὁ ὑπέρτιμος, πολλῶν πειρασμῶν, καὶ συμφορῶν λυτρώσασθε, ἠμᾶς τοὺς καταφεύγοντας, τῇ ὑμῶν ἱκεσία πρὸς Κύριον, ὡς ἂν βίον ἀεί, διαγωμεν πίστεως τῇ χάριτι.

                                        

ᾨδῇ δ'. Εἰσακήκοα Κύριε.

Απὸ πάσης στενώσεως, λύτρωσαι Ρηγῖνε ταῖς ἰκεσίαις σου, τοὺς πιστῶς σὲ μακαρίζοντας, ὡς Ἱερομάρτυρα στερρότατον.

 

Ιεράρχα μακάριε, Πάτερ Ἰωάννη Θηβαίων πρόεδρε, ἀσινεῖς  ἠμᾶς  διάσωζε, ἀπὸ τῶν σκανδάλων τοῦ ἀλάστορος.

 

Συνοχῆς παθῶν λύτρωσαι, καὶ ἐπηρειῶν παντοίων τοῦ ὄφεως, τῇ ταχεία ἀντιλήψει σου, τοὺς σὲ ἀνυμνοῦντας Λουκᾶ Ὅσιε.

Θεοτοκίον.

Σωτηρίας σὲ εἴσοδον, Κόρη κεκτημένοι οἱ σὲ δοξάζοντες, σωτηρίας ἑξαιτούμεθα, παρά σου τυχεῖν Παρθένε Ἄχραντε.

 

ᾨδῇ ε΄.Φώτισον ἠμᾶς.

Ως τῶν ἀσκητῶν, ἀκροθίνιον Μελέτιε, πρὸς ἐκπλήρωσιν τῶν θείων ἐντολῶν,καθοδήγει τοὺς πιστῶς σὲ μακαρίζοντας.

 

Σύντριψον ἐχθροῦ, τὰς παγίδας Κλήμη Ὅσιε, πρὸς εἰρήνην κατευθύνων ἀσφαλῆ, τοὺς αἰτοῦντας σου τὴν χάριν τὴν θεόσδοτον.

 

Ομβρησον ἠμῖν, νάμα θεῖον ταῖς πρεσβείαις σου, καὶ κατάρδευσον παμμάκαρ Γερμανέ, τὰς καρδίας τῶν τιμώντων τοὺς ἀγώνας σου.

                            

Θεοτοκίον.

Νέκρωσον Ἁγνή, τῆς σαρκός μου τὰ σκιρτήματα, καὶ  πρὸς ἔρωτα ζωῆς τῆς ἐν Χριστῷ, ἀναπτέρωσον τὸν νοῦν μου ἱκετεύω σε.

ᾨδῇ στ΄. Τὴν δέησιν.

Mεγίστων ἀξιωθεῖς  χαρισμάτων, Σεραφεὶμ ὡς μιμητὴς τῶν Ὁσίων, μεγάλων πόνων καὶ θλίψεων ρύου, καὶ ἐπωδύνων ἀεὶ περιστάσεων, τῇ σῇ μεγίστῃ πρὸς Χριστόν, παρρησία  ἠμᾶς  τοὺς  τιμώντας  σέ.

 

Εκλάμπει ὁ δεκάριθμος δῆμος, τῶν Ἁγίων του Χριστοῦ θεραπόντων, μαρμαρυγαῖς τῶν θαυμάτων ἀπαύστως, καὶ διαλύει παθῶν ἀμαυρότητα · διὸ προσπέσωμεν αὐτοῖς, ἴνα λάβωμεν χάριν καὶ  ἔλεος.

 

Σωμάτων, καὶ τῶν ψυχῶν τὰς ὀδύνας, θεραπεύσατε ἠμῶν ταῖς πρεσβείαις, ὢ δεκάριθμον Ἃγιον στίφος, τῶν ἐκζητούντων ὑμῶν τὴν ἀντίληψιν, ἢν δίδοσθαι ἠμῖν ἀεί, τοῦ Χριστοῦ θεοφόροι θεράποντες.

 

Θεοτοκίον.

Ως Μήτηρ τοῦ Βασιλέως τῆς δόξης,  Ἀειπάρθενε Ἁγνὴ Θεοτόκε, ἐξ ἀδοξίας παθῶν ἀκαθάρτων, τὴν ρυπωθείσαν ψυχήν μου ἀπόπλυνον, καὶ βασιλείας οὐρανῶν, κληρονόμον μὲ δεῖξον τὸν δοῦλον σου.

 

Διάσωσον Δεκαρίθμων Ἁγίων σύστημα θεῖον,πάσης βλάβης καὶ πειρασμῶν τε καὶ θλίψεων,τοὺς προσιόντας τῇ θεία ὑμῶν πρεσβείᾳ.

 

Αχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.

Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Δεκαρίθμων  Ἁγίων ὁ σύλλογος, τῆς Βοιωτίας θερμοὶ ἀντιλήπτορες, ἠμῶν τὰς δεήσεις προσδέξασθε, καὶ πολυτρόπων κινδύνων λυτρώσασθε, τοὺς πόθω ὑμᾶς μακαρίζοντας.                 

Προκείμενον.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στίχ: Τοῖς  Ἁγίοις τοῖς ἐν τῇ γῇ....

 

Εὐαγγέλιον του Ἁγίου Σάββα.

 

Δόξα. Ταῖς τῶν σῶν Ἁγίων...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

 

Προσόμοιον.

Ἦχος πλ. β΄. Ὃλην ἀποθέμενοι.

Δεκάριθμον σύστημα, τῶν θεοφόρων Ἁγίων, Ἐκκλησίας πρόμαχοι, πάσης Βοιωτίας δὲ ἀντιλήπτορες, πειρασμῶν λύσατε, τὰς ἐπαναστάσεις, καὶ εἰρήνην ἑξαιτήσασθε, ὑμῖν καὶ ἄφεσιν, τῶν παρπτωμάτων δεόμεθα, παρὰ τοῦ Παντοκράτορος, τοῦ λαμπρῶς ὑμᾶς θαυμαστώσαντος· οὗ τῆς θείας δόξης, τρυφῶντες σὺν Ἀγγέλων τοῖς χοροῖς, ἠμῶν τὸν βίον ἰθύνατε, πρὸς τὸ θεῖον θέλημα.

 

Ὁ Ἱερεύς: Σῶσον ὁ Θεός...

 

ᾨδῇ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τὸν Σωτήρα κηρύττων, ἐν ταῖς Θήβαις ἐπέστης  Λουκᾶ Ἀπόστολε διὸ τὰς τῶν Θηβαίων, ἰκετηρίας  δέχου, τῶν βοώντων ἑκάστοτε·  Ὁ τῶν Πατέρων ἠμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Εν τοῖς τρίβοις ἰθύνοις, ἐντολῶν τοῦ Κυρίου Ροῦφε Ἀπόστολε, τοὺς πίστει δεξαμένους, τὸν λόγον σου τὸν θεῖον, καὶ βοώντας θεόληπτε· Ὃ τῶν Πατέρων ἠμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Ρώμη θεία ἀθλήσας, καὶ Χριστὸν μεγαλύνας Ρηγῖνε Ἃγιε, προστάτης ἀνεδείχθης, καὶ θεῖος ἀντιλήπτωρ, τῶν βοώντων ἐκ πίστεως· Ὁ τῶν Πατέρων ἠμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Θεοτοκίον.

Γεωργία ἀρρήτω, γεωργεῖς Θεομῆτορ ὑπὲρ κατάληψιν, ἓν σώματι τὸν Λόγον, παθῶν τῆς ἀλογίας, τοὺς βοώντας ρυόμενον Ὃ τῶν Πατέρων ἠμῶν Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδῇ η΄. Τὸν Βασιλέα.

Εν τῇ σῇ σκέπη, Θηβῶν ἡ πόλις προστρέχει καὶ κραυγάζει σοὶ θεόφρον  Ἰωάννη· Σκέπε τὴν σὴν ποίμνην, ἐκ πάσης δυσπραγίας.

 

Ρύσαι κινδύνων, Λουκᾶ Στειρίου τὸ κλέος, τοὺς προστρέχοντας τοὺς θείοις σου λειψάνοις, καὶ ἐπιζητοῦντας, τὴν θείαν ἀρωγήν σου.

 

Ασθενημάτων καὶ προσβολῶν τοῦ Βελίαρ, ἀσινεῖς ἠμᾶς Νικήτα συντήρει, τοὺς ἑξαιτουμένους, τὴν θείαν σου πρεσβείαν.

 

Θεοτοκίον.

Σκηνὴ ἁγία, τῶν οὐρανῶν πλατυτέρα, Παντευλόγητε Παρθένε Θεοτόκε, τῆς στενοχώριας, παθῶν ἁπάλλαξον με.

 

ᾨδῇ θ'. Κυρίως Θεοτόκον.

Ισχὺν ἠμῖν αἰτεῖσθε, Κλήμη θεοφόρε, καὶ Γερμανὲ Σαγματίου οἱ ἔφοροι, ὡς ἂν τὸ κράτος  ὠλέσομεν  τοῦ ἀλάστορος.

 

Μονήν σου τὴν ἁγίαν, Σεραφεὶμ παμμάκαρ, καὶ τῶν πιστῶν ἐπευλόγει τὸ σύστημα, πᾶσι παρέχων τὴν χάριν σου τὴν σωτήριον.

 

Οἱ λυχνοὶ οἱ φωσφόροι, πάσης Βοιωτίας, τῶν δεκαρίθμων   Ἁγίων τὸ σύστημα, ἐκ σκοτασμοῦ ἁμαρτίας ἠμᾶς λυτρώσασθε.

                                   

Θεοτοκίον.

Υψίστου χαῖρε θρόνε, Κεχαριτωμένη· χαῖρε λαῶν ὀρθοδόξων διάσωσμα, καὶ τῆς ψυχῆς μου Παρθένε τὸ ἀγαλλίαμα.

 

Τὸ ’Ἄξιόν ἐστι καὶ τὰ μεγαλυνάρια.

 

Χαίροις ἡ δεκάριθμος καὶ σεπτή, χορεία  Ἁγίων Βοιωτίας ἄστρα λαμπρά, καὶ τῆς Ἐκκλησίας ἁπάσης δαδουχίαι, καὶ πρέσβεις καὶ μεσίται, ἠμῶν πρὸς Κύριον.

 

Χαίροις Ἀποστόλων θεία δυάς, Λουκᾶ θεηγόρε, καὶ ὁ Ροῦφος ὁ ἱερός, βάσεις  τὲ καὶ στύλοι,Θηβῶν τῆς Ἐκκλησίας,ὡς τοῦ Σωτῆρος, μύσται ἀξιοθαύμαστοι.

 

Ηθλησας νομίμως ὑπὲρ Χριστοῦ, Ρηγῖνε θεόφρον, ποιμενάρχης δὲ θαυμαστός, τῆς ἐν Θήβαις ὤφθης, ἁγίας Ἐκκλησίας, παμμάκαρ Ἰωάννη, ὡς συμπαθέστατος.

                                                  

Τὸν ἐν τῷ Στειρίῳ θεῖον Λουκᾶν, ὑμνή-σωμεν πάντες, ἀπαθείας ὡς θησαυρόν, σὺν τῷ Μελετίω τῷ ἐν τῇ Μυουπόλει, ὡς πρεσβευτὰς μεγίστους, ἠμῶν πρὸς Κύριον.

 

Χαίροις τῶν ὁσίων ὁ μιμητής, Σεραφεὶμ θεόφρον, τῆς Μονῆς σου θεῖος λαμπτήρ· χαίροις ὁ πρεσβεύων, ὑμῖν πταισμάτων λύσιν, σὺν τοῖς ἐν Βοιωτία, Ἁγίοις ἄπασι.

 

Σεραφείμ, Νικήταν, Ροῦφον, Λουκᾶν, Κλήμεντα,Ρηγίνον, Καλοκτένην τὲ Γερμανὸν καὶ σὺν Μελετίω, Λουκᾶν πνευματοφόρον, ὡς Βοιωτῶν προστάτας Ὓμνοις γεραίρομεν.  

(Ποίημα Χαρ.Μπούσια Ὑμνογράφου)

 

Πᾶσαι τῶν Ἀγγέλων...

    Τὸ τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενής καὶ ἀπόλυσις, μεθ’ ἢν ψάλλομεν το ἑξῆς:

Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.

 

Δῆμος ὁ Δεκάριθμος σεπτός,τῶν ἐν Βοιωτία Ἁγίων,διαλαμψάντων λαμπρῶς, ἐναρέτοις πράξεσι, καὶ πολιτεία σεμνή, καὶ θαυμάτων δυνάμεσιν,ἀεὶ δυσωπεῖτε τὸν ὑμᾶς δοξάσαντα, Χριστὸν τὸν Κύριον, ρύεσθαι ἠμᾶς πάσης βλάβης, καὶ πειρατηρίων ποικίλων, τοὺς ὑμῖν ἑκάστοτε προστρέχοντας.

 





Επίκαιρα κείμενα

DVD Πατήστε εδώ για να το δείτε

Επικοινωνία | Ο Ναός μας | Εκδόσεις
Copyright Ιερός Ναός Αγίου Νικολάου του Νέου, με την υποστήριξη της e-RDA