Εάν θέλεις να διδάξεις την αγάπη του Θεού, μη λες λόγια. Προσπάθησε να είσαι πάντα ευγενής και αξιαγάπητος. Άγιος Νικόλαος Καβάσιλας



Ιερές Ακολουθίες του μήνα
Αρχική » Λειτουργικά κείμενα » Προσευχές Διάφορες

 

 ΥΜΝΟΙ ΤΗΣ ΠΡΩΤΟΧΡΟΝΙΑΣ ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΒΑΣΙΛΕΙΟΥ

Ἦχος πλ. δ' .Τῆς Ἑορτῆς.

 

Συγκαταβαίνων ὁ Σωτήρ, τῷ γένει τῶν ἀνθρώπων, κατεδέξατο σπαργάνων περιβολήν, οὐκ ἐβδελύξατο σαρκὸς τὴν περιτομήν, ὁ ὀκταήμερος κατὰ τὴν Μητέρα, ὁ ἄναρχος κατὰ τὸν Πατέρα. Αὐτῶ πιστοὶ βοήσωμεν. Σὺ εἰ ὁ Θεὸς ἠμῶν, ἐλέησον ἠμᾶς.

 

Ἦχος δ' .Του Αγίου.

 

οὐρανίαις συνῶν χοροστασίαις, καὶ συναυλιζόμενος Πάτερ Βασίλειε, ὧν καὶ τὸν βίον ἐζήλωσας, τὴ λαμπροτάτη, εἰλικρινεία τῆς πολιτείας σου, ἔτι μετὰ σώματος ἀναστρεφόμενος, τοῖς ἐπὶ γὴς ὡς τὶς ἄσαρκος, τοὺς ἐντρυφώντας, τῆς θεοπνεύστου διδασκαλίας σου, ἐκ τῶν κινδύνων, καὶ τοῦ σκότους τῆς ἀγνωσίας, Χριστὸν τὸν Θεὸν ἠμῶν, καθικέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχᾶς ἠμῶν.

 

Ἀπολυτίκιον τοῦ Ἁγίου  Ἦχος α΄.

Εἰς πάσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος σου, ὡς δεξαμένην τὸν λόγον σου, δὶ' οὗ θεοπρεπῶς ἐδογμάτισας, τὴν φύσιν τῶν ὄντων ἐτράνωσας, τὰ τῶν ἀνθρώπων ἤθη κατεκόσμησας, Βασίλειον Ἱεράτευμα, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.

 

Ἕτερον τῆς Ἑορτῆς, ὁ αὐτὸς.

Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὧν κατ' οὐσίαν, πολυεύσπλαγχνε Κύριε, καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχη σαρκικήν, ὅπως παύσης τὰ σκιώδη, καὶ περιέλης τὸ κάλυμμα τῶν παθῶν ἠμῶν, Δόξα τὴ ἀγαθότητι τὴ σή, δόξα τὴ εὐσπλαγχνία σου, δόξα τὴ ἀνεκφράστω Λόγε συγκαταβάσει σου.

 

Κάθισμα  Ἦχος πλ. α΄.

Τὸν συνάναρχον Λόγον

ς βασίλειον κόσμον τῆς Ἐκκλησίας Χριστοῦ, τὸν Βασίλειον πάντες ἀνευφημήσωμεν, τῶν δογμάτων θησαυρὸν τὸν ἀνέκλειπτον, διὰ τούτων γὰρ αὐτός, ἐξεπαίδευσεν ἠμᾶς, Τριάδα σέβειν ἁγίαν, ἡνωμένην μὲν τὴν οὐσία, διαιρετὴν δὲ ταῖς ὑποστάσεσι.

Δόξα... Ἦχος α΄.

Τὸν τάφον σου Σωτὴρ

Βασίλειε σοφέ, παρεστῶς τὴ Τριάδι, Ἱκέτευε λαβεῖν, ἐν ἡμέρα τῆς δίκης, ἠμᾶς τοὺς ὑμνοῦντας σέ, καὶ τιμώντας τὴν μνήμην σου, χάριν ἔλεος, καὶ ἱλασμὸν τῶν πταισμάτων, ὅπως στόματι, δοξάζωμεν καὶ καρδία, τὸν μόνον φιλάνθρωπον.

Καὶ νῦν... τῆς Ἑορτῆς, ὅμοιον

πάντων Ποιητής, καὶ Δεσπότης τοῦ κόσμου, ὃ ὧν σὺν τῷ Πατρί, καὶ τῷ  Πνεύματι ἄνω, ὡς βρέφος περιτέμνεται, ἐπὶ γὴς ὀκταήμερος. Ὄντως θεία τέ, καὶ θαυμαστά σου τὰ ἔργα! σὺ γὰρ Δέσποτα, ὑπὲρ ἠμῶν περιτέμνη, ὡς ὧν Νόμου πλήρωμα.

 

Κοντάκιον. Ἡ Παρθένος σήμερον.

τῶν ὅλων Κύριος, περιτομὴν ὑπομένει, καὶ βροτῶν τὰ πταίσματα, ὡς ἀγαθὸς περιτέμνει, δίδωσι τὴν σωτηρίαν σήμερον κόσμω  χαίρει δὲ ἐν τοῖς ὑψίστοις καὶ ὁ τοῦ Κτίστου, Ἱεράρχης καὶ φωσφόρος, ὁ θεῖος μύστης Χριστοῦ Βασίλειος.

 

Ἦχος πλ. α΄.

Χαίροις ἀσκητικῶν

Φέρει Περιτομὴν ἐν σαρκί, ὁ ἐκ Πατρὸς ἄνευ τομῆς τὲ καὶ ρεύσεως, ἀφράστως τεχθεῖς ὡς Λόγος, καὶ ὡς Θεὸς ἐκ Θεοῦ, ἐν ἀτρέπτω μένων τὴ Θεοτητι, διὸ κατὰ Νόμον, ὁ ὑπὲρ Νόμον γενόμενος, κατάρας Νόμου, ἐκλυτροῦται τοὺς ἅπαντας, καὶ τὴν ἄνωθεν, εὐλογίαν δεδώρηται. Ὅθεν τὴν ὑπεράγαθον, αὐτοῦ συγκατάβασιν, ἀνευφημοῦντες ὑμνοῦμεν, καὶ εὐχαρίστως δοξάζομεν, αὐτὸν δυσωποῦντες, ταῖς ψυχαῖς ἠμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

 





Επίκαιρα κείμενα

DVD Πατήστε εδώ για να το δείτε

Επικοινωνία | Ο Ναός μας | Εκδόσεις
Copyright Ιερός Ναός Αγίου Νικολάου του Νέου, με την υποστήριξη της e-RDA