Νὰ θυμᾶσαι πὼς κάθε ἄνθρωπος ποὺ συναντᾶς κάτι φοβᾶται, κάτι ἀγαπᾶ καὶ κάτι ἔχει χάσει. (Τζ. Μπράουν)



Ιερές Ακολουθίες του μήνα
Αρχική » Λειτουργικά κείμενα » Προσευχές Διάφορες
 

Μεγάλυνον, ψυχή μου, τὸν ἐθελουσίως παθόντα καὶ ταφέντα καὶ ἐξαναστάντα τριήμερον ἐκ τάφου.

Μεγάλυνον, ψυχή μου, τὸν ἐξαναστάντα τριήμερον ἐκ τάφου Χριστὸν τὸν ζωοδότην.

Ἄγγελος ἐξαστράπτων ταῖς γυναιξὶν ἐβόα· Παύσασθε τῶν δακρύων, ὅτι Χριστὸς ἀνέστη.

Ὅτι Χριστὸς ἀνέστη τὸν θάνατον πατήσας καὶ τοὺς νεκροὺς ἐγείρας, λαοί, ἀγαλλιᾶσθε.

Ἄγγελος ἐξαστράπτων * ταῖς γυναιξὶν ἐβόα· * Παύσασθε τῶν δακρύων, * ὅτι Χριστὸς ἀνέστη.


Ἐξύπνησας ὑπνώσας * νεκροὺς τοὺς ἀπ᾿ αἰῶνος, * βασιλικῶς βρυχήσας * ὡς ἐξ Ἰούδα λέων.

Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Σήμερον ὁ Δεσπότης * ἐσκύλευσε τόν ᾅδην, * ἐγείρας τούς δεσμίους, * οὕς ἀπ᾿ αἰῶνος εἶχε * δεινῶς κεκρατημένους.

῍Ω θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς! μεθ' ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω, ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ· ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

Μαγδαληνὴ Μαρία * προσέδραμε τῷ τάφῳ * καὶ τὸν Χριστὸν ἰδοῦσα * ὡς κηπουρὸν ἡρώτα.

῍Ω Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ· ὤ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ, ἡμέρᾳ τῆς βασιλείας σου.

Δόξα…

Μεγάλυνον, ψυχή μου, τῆς τρισυποστάτου καὶ ἀδιαιρέτου Θεότητος τὸ κράτος.

Συμφώνως Παρθένε, σὲ μακαρίζομεν πιστοί· Χαῖρε πύλη Κυρίου· χαῖρε πόλις ἔμψυχε· χαῖρε, δι' ἧς ἡμῖν ἔλαμψε, σήμερον φῶς τοῦ ἐκ σοῦ τεχθέντος, τῆς ἐκ νεκρῶν ἀναστάσεως.

Καὶ νῦν...

Χαῖρε, Παρθένε, χαῖρε· χαῖρε, εὐλογημένη· χαῖρε, δεδοξασμένη, σὸς γὰρ Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.
Εὐφραίνου, ἀγάλλου, ἡ θεία πύλη τοῦ φωτός· ὁ γὰρ δύνας ἐν τάφῳ, Ἰησοῦς ἀνέτειλε, λάμψας ἡλίου φαιδρότερον, καὶ τοὺς πιστοὺς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.

Καταβασία
γγελος βόα τ κεχαριτωμέν· γν Παρθένε, χαρε, κα πάλιν ρ· Χαρε· σς υἱὸς νέστη τριήμερος κ τάφου.

 

Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.


 

 





Επίκαιρα κείμενα

DVD Πατήστε εδώ για να το δείτε

Επικοινωνία | Ο Ναός μας | Εκδόσεις
Copyright Ιερός Ναός Αγίου Νικολάου του Νέου, με την υποστήριξη της e-RDA