Το να μετράς την αγάπη των άλλων είναι σαν να μετράς την εγωπάθειά σου. Μην μετράς…μόνο αγάπα, κι ας χάσεις στο μέτρημα. Αρχιμ. Παύλος Παπαδόπουλος



Ιερές Ακολουθίες του μήνα
Αρχική » Επίκαιρα κείμενα

Ε ΥΧΗ

Πανένδοξε Ὁσιομάρτυς τοῦ Χριστοῦ Ἅγιε Νικόλαε, ὁ τοῖς ῥήμασιν αὐτοῦ ὅλῃ ψυχῇ καὶ καρδίᾳ ἀκολουθήσας, καὶ ἀσκητικῶς δι’ ἰσαγγέλου πολιτείας αὐτῷ εὐαρεστήσας· ὁ τὸ πανάγιον τοῦ Σωτῆρος ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα ὁμολογήσας, καὶ ὑπὲρ αὐτοῦ προθύμως τὸ αἷμά σου ἐκχέας, καὶ παρ’αὐτοῦ ἐπαξίως θαυμάτων δωρεᾷ καὶ ἰαμάτων δυνάμεσι δοξασθείς, καὶ πᾶσι παρέχων τῆς θερμῆς σου προστασίας τὰς σωτηριώδεις ἀντιλήψεις. Σοῦ δεόμεθα ἐν τῇ ὥρᾳ ταύτῃ· ἔπιδε ἐκ θείων ὑψωμάτων καὶ πλήρου τὰς αἰτήσεις ἡμῶν, τῶν ἐν εὐλαβείᾳ καὶ πίστει προσιόντων τῇ πανσέπτῳ σου Κάρᾳ.

Μὴ παρίδῃς, Ἅγιε, τὴν δέησιν ἡμῶν, καὶ ἀπάλλαττε ἡμᾶς ἀπὸ πάσης ψυχικῆς καὶ σωματικῆς ἀσθενείας καὶ θλίψεως, ὡς πολλὴν παρρησίαν πρὸς Χριστὸν κεκτημένος. Εὐλόγει τῇ μαρτυρικῇ σου πρεσβείᾳ καὶ χάριτι τοὺς οἴκους καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν, τῶν προσφευγόντων σοι θερμῶς.

Αἴτει ἡμῖν παρὰ Κυρίου ῥῶσιν καὶ ὑγείαν, γῆς εὐφορίαν καὶ πᾶσαν εὐπραγίαν, καὶ ἀποδίωκε ἀφ’ ἡμῶν πάντα πειρασμὸν καὶ πᾶσαν ἐπήρειαν τοῦ ἀρχεκάκου ἐχθροῦ, τοῦ ζητοῦντος τὴν ἀπώλειαν ἡμῶν, καὶ πρέσβευε πρὸς Κύριον διδόναι ἡμῖν πταισμάτων ἄφεσιν, ἐν τῷ ἀπείρῳ αὐτοῦ ἐλέει, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

 

Ε ΥΧΗ

ὑπὸ Καθηγουμένης Ἰσιδώρας Μοναχῆς Ἁγιεροθεϊτίσσης.

 

 Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ δυνατὸς ἐν ἰσχύϊ καὶ ἐν ἐλέει ἀμέτρητος· ὁ ἐν Ἁγίοις ἀναπαυόμενος καὶ ὑπ’ αὐτῶν ἀπαύστως δοξαζόμενος· ὁ τῶν Ὁσίων τὰ δάκρυα εἰς ὀσμὴν εὐωδίας προσδεχόμενος, τούτων δὲ ταῖς παννύχοις προσευχαῖς, ταῖς μακραῖς νηστείαις καὶ τοῖς ὅλοις ἀσκητικοῖς καμάτοις εὐφραινόμενος· ὁ τῶν Μαρτύρων τοῖς ἄθλοις θαυμαζόμενος,τούτων δὲ τοῖς αἵμασι εὐμενῶς ἱλασκόμενος· ὁ ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ δι’ ἡμᾶς τὸ ἑκούσιον πάθος ὑπομείνας, ἵνα ἡμεῖς ἀπαθείας τὴν χάριν ἐνδυσώμεθα· ὁ τῇ λόγχῃ κεντηθεὶς τὴν ἄχραντόν σου πλευράν, ἵνα τῆς Εὔας τὸ ὀλίσθημα ἐπανορθώσῃς Ἀγαθέ, ἣν ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰμ διέπλασας ἐν σοφίᾳ, τῇ χειρὶ σου τῇ Ἀχράντῳ· ὁ τῶν Ἁγίων ταῖς δεήσεσιν ἐπικαμπτόμενος, ταῖς δὲ πρεσβείαις τῆς Ἀειπαρθένου σου Μητρὸς, Παναγίας Θεοτόκου Μαρίας, πάντας ἡμᾶς σῴζων ὡς φιλάνθρωπος. Αὐτὸς καὶ νῦν Κύριε, εἰσάκουσον τῆς φωνῆς ἡμῶν τῶν σῶν ἀναξίων ἱκετῶν, τῶν ἐπικαλουμένων τὸ Ὄνομά σου τὸ Ἅγιον.

Πρόσδεξαι δεόμενον ὑπὲρ ἡμῶν, τὸν ἔνδοξόν σου Ὁσιομάρτυρα Νικόλαον, τὸν ἐν Βουνένοις τῇ ἀσκήσει διαλάμψαντα καὶ τῷ Μαρτυρίῳ τελειωθέντα. Καὶ ἀξίωσον ἡμᾶς τὴν τῆς ἀσκήσεως ὁδὸν αἰσίως περαιῶσαι, ὁ τὰς ἀριστείας τῆς αὐτοῦ ἀσκητικῆς πολιτείας ἐν δόξῃ τῇ ἀφθάρτῳ στεφανώσας. Ἐνίσχυσον ἡμᾶς, Μακρόθυμε, τὴν καλὴν σου δίδειν ὁμολογίαν, ἐν τῷ πράττειν τὰ ἔργα τοῦ φωτός, ὁ τὸν Ἅγιον σου Μάρτυρα Νικόλαον φωτίσας, Σὲ μὲν ὁμολογῆσαι Θεὸν ἀληθινὸν ἐνώπιον τυράννων τῶν ἀνόμων, τοὺς δὲ αὐτοῦ συστρατιώτας καὶ συνασκητὰς ἐνισχύσας ἐν λόγοις σωτηρίοις, τοῦ πράττειν τὸ θέλημά σου τὸ Ἅγιον.

Εὐόδωσον ἡμῶν τὰ ἔργα, ἵνα ἐν ἐπιγνώσει τῆς σῆς ἀληθείας ταῦτα ποιῶμεν καὶ ἕτοιμοι γενώμεθα εἰς τὸ πάσχειν ὑπὲρ σοῦ, ὁ τὸν Μάρτυρά σου Νικόλαον ἀξιώσας τὸ σὸν πάθος ζηλῶσαι, ἐν τῷ ὑπομεῖναι τὰς τῶν μαστιγώσεων ὂδύνας, τὴν διὰ τῆς λόγχης τρῶσιν τῆς σαρκὸς καὶ τὴν ἐν τῷ δένδρῳ αὐτοῦ πρόσδεσιν, ὅτι ἐν Σταυρῷ τὰς χεῖρας ἥπλωσας, ὅπως συναγάγῃς ἡμᾶς τοὺς παραβάσει ἀπὸ Σοῦ ἀπωσθέντας.

Τὰς λογικὰς ἡμῶν λατρείας πρόσδεξαι, ὡς ὁλοκάρπωσιν πνευματικὴν, ὁ εὐαρέστως δεξάμενος τοῦ σοῦ Μάρτυρος τὰ αἵματα, τὰ ὑπὲρ Σοῦ χυθέντα καὶ τὴν γῆν πιάναντα, εἰς τὸ προσφέρειν σοι ἐν εὐλογίαις ἀγαθαῖς, καρπὸν δικαιοσύνης. Τὸν νοῦν ἡμῶν εἰρήνευσον. Καὶ τοὺς διαλογισμοὺς ἡμῶν μακρὰν τῆς πονηρίας τήρησον, εἰς τὸ ἐνθυμεῖσθαι διαπαντὸς τὰ σὰ παραγγέλματα, ὁ ἱκανώσας τὸν σὸν Μάρτυρα ὅλον ἑαυτὸν σοι προσάξαι, ὡς αἰνέσεως θυσίαν εὐάρεστον τῷ τοῦ παντὸς ποιητῇ καὶ κυβερνήτῃ.

Τὰς καρδίας ἡμῶν διὰ τῆς μετανοίας καθάρισον, ὁ τὴν τοῦ Μάρτυρός σου καρδίαν Μονὴν σου ἁγίαν ποιήσας καὶ ἐν αὐτῇ κατοικήσας σύν τῷ Πατρὶ σου καὶ τῷ Πνεύματι. Πάσας ἡμῶν τὰς εἰσόδους ἐν τῷ σῷ ἁγιασμῷ διατήρησον, ὁ τὸν Μάρτυρά σου ἁγιάσας ταῖς ὑπὲρ σοῦ παθήμασί τε καὶ τῇ μακαρίᾳ αὐτοῦ σφαγῇ. Τῶν δωρεῶν τῆς χάριτός σου μετόχους ἡμᾶς ἀνάδειξον, ὁ τῷ Μάρτυρί σου τὴν σὴν ἰσχύν δωρησάμενος εἰς τὸ ὑπομένειν καρτερῶς τὰς διὰ Σὲ πικρὰς βασάνους. Τὸν τῆς πίστεως ἀγῶνα ἡμῶν τελειῶσαι ἐν ἀγαθοῖς ἐνίσχυσον, ἵνα τοὺς τῆς δόξης στεφάνους παρὰ Σοῦ, τοῦ Ἀγωνοθέτου καὶ Θεοῦ ἡμῶν ἀξίως λάβωμεν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Ε ΥΧΗ

(Ἀναγινωσκομένη εἰς πᾶσαν θλῖψιν καὶ ἀσθένειαν)

Ὑπὸ Καθηγουμένης Ἰσιδώρας Μοναχῆς Ἁγιεροθεϊτίσσης.

 

Ο τῶν αἰώνων ποιητὴς καὶ Βασιλεὺς τῶν ἁπάντων, Κύριε Ἰησοῦ Χριστέ, ὁ ἀληθὴς Θεὸς ἡμῶν· ἡ τῆς φιλανθρωπίας πηγὴ καὶ τῆς ἀγαθότητος ἄβυσσος· τῶν οὐρανίων δωρεῶν ὁ ἔχων καὶ διανέμων τὸν πλοῦτον. Ὁ μόνος δυνατὸς ὑπάρχων καὶ τῇ ἰσχύϊ σου τὰ πάντα διακρατῶν καὶ συνέχων τῇ χειρί σου.

Ὁ τὸν ἄνθρωπον διαπλάσας, εἰς τὸ δεσπόζειν τῆς σῆς δημιουργίας, τῆς δὲ αἰωνίου σου Βασιλείας κοινωνὸς γενέσθαι καὶ τῶν ἀγαθῶν σου κληρονόμος· ὁ τῆς υἱοθεσίας τὴν χάριν, παντὶ τῷ σοὶ πιστεύοντι καὶ εἰλικρινῶς δουλεύοντί σοι δωρούμενος· ὁ τὰς δωρεὰς τῆς σῆς περιουσίας τοῖς σοῖς φίλοις χαριζόμενος, τὰς δὲ ἀντιδόσεις τοῦ σοῦ πλούτου, τοῖς Ἁγίοις σου πιστευόμενος· ὁ τῶν θαυμασίων Θεὸς καὶ τῆς ζωῆς ταμιοῦχος καὶ ἀρχηγὸς· ὁ τῇ ἐνεργείᾳ τοῦ Ἁγίου καὶ Παντουργοῦ σου Πνεύματος, τὰς ἰάσεις παντὶ τῷ σοὶ προστρέχοντι παρέχων· ὁ πᾶσαν νόσον θεραπεύων ψυχῆς τε καὶ σώματος τῶν πιστῶν ἱκετῶν σου, πᾶσαν δὲ ἀσθένειαν καὶ δεινὴν ἐπιφορὰν τῶν σῶν δούλων συμπαθῶς ἰώμενος.

Ὁ ἐξαιρέτως τῆς παναχράντου σου Μητρός, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας τὰς μεσιτείας ὑπὲρ τοῦ γένους ἡμῶν ἐν εὐμενείᾳ δεχόμενος καὶ τῶν σῶν Ἁγίων τὰς ἱκεσίας καὶ δεήσεις ὑπὲρ τῶν ἐν ἀνάγκῃ καὶ πάσῃ θλίψει εὑρισκομένων δούλων σου φιλανθρώπως πληρῶν, τοὺς δὲ ἐν νόσοις κειμένους καὶ τραύμασι τρυχομένους καὶ πάσαις πληγαῖς καὶ μώλωψι ὀδυνωμένους ὡς συμπαθὴς κουφίζων καὶ ἰώμενος· Αὐτὸς καὶ νῦν φιλάνθρωπε Κύριε, μὴ ὑπερίδῃς τὴν ἡμῶν ἀσθένειαν, μηδὲ παρασιωπήσῃς τῆς φωνῆς ἡμῶν, ἣν ἐκ βαθέων προσφέρομέν σοι, ἐν ταπεινώσει βοῶντες καὶ λέγοντες: Δέξαι Ἅγιε, ὁ ἐν ἀγίοις ἀναπαυόμενος, καὶ ἐν αὐτοῖς ἐνδοξαζόμενος καὶ θαυμαζόμενος, καὶ νῦν τοῦ μεγάλου σου Ὁσιομάρτυρος Νικολάου τοῦ Νέου τοῦ ἐξ Ἀνατολῆς καὶ ἐν Βουνένοις ἀθλήσαντος καὶ τελειωθέντος, τὰς ὑπὲρ ἡμῶν τῶν ταπεινῶν ἐκτενεῖς αὐτοῦ ἱκεσίας καὶ δεήσεις· καὶ πρόσδεξαι αὐτὰς εὐμενῶς, ἡμῖν ἀντιπαρέχων τῶν ἰάσεων τὴν χάριν καὶ τῆς σῆς προμηθείας τὴν ἀντίληψιν, τούτῳ γὰρ τὴν μεγίστην καὶ ἐξαίρετον  παρέσχες  χάριν

τοῦ ἰᾶσθαι τὰς δερματικὰς καὶ ἀλλεργικὰς νόσους, τὰς κεφαλοπονίας καὶ πάσας τὰς δεινὰς τῆς σαρκὸς παθήσεις καὶ ὀδυνηρὰς παρενοχλήσεις.

Δός, Ἅγιε ἁγίων, τὴν θεραπείαν τῷ πιστῷ σου δούλῳ ( τῷ δεῖνᾳ ), τῷ ἐν νόσοις κειμένῳ καὶ τῇ ἀσθενείᾳ τῆς σαρκὸς ὀδυνωμένῳ, τῇ δὲ ἀθυμίᾳ τῆς ψυχῆς αὐτοῦ θλιβομένῳ, τὴν ῥῶσιν κατ’ ἄμφω τούτῳ χαριζόμενος, ταῖς πρεσβείαις Νικολάου τοῦ ἐν Βουνένοις ἀθλήσαντος ἐπικαμπτόμενος καὶ ταῖς αὐτοῦ εὐπαρησιάστοις εὐχαῖς τε καὶ δεήσεσιν, εὐΐλατος καὶ νῦν γενόμενος.

Παῦσον τῆς σαρκὸς τὸν πυρετόν· κούφισον τῆς ταλαιπωρίας τὴν στένωσιν· δρόσισον τῆς ἀσθενείας τὸν καύσωνα· πράϋνον τὸν ἐπικείμενον τῆς νόσου κλύδωνα· χάρισαι τὰ νάματα τῆς σῆς εὐεργεσίας, τῇ ἀοράτῳ καὶ πανσθενεῖ σου ἐπιστασίᾳ. Παντὶ δὲ τῷ εὐλαβουμένῳ τὸν ὅσιον σου θεράποντα καὶ Μάρτυρα Νικόλαον τὸν ἐν Βουνένοις τελειωθέντα, βράβευσον τοῦ ἁγιασμοῦ σου τὰς δωρεὰς, τῆς σῆς ἰσχύος τὸν θώρακα περιζωννύων ἡμᾶς.

Δὸς τοῖς ἀσπαζομένοις τὴν τιμίαν τούτου καὶ χαριτόβρυτον κάρα, τῶν θαυμάτων σου τὸν ἀκένωτον πλοῦτον. Ἀπάλλαξον ἡμᾶς τῆς ὀδύνης τῶν δυσχερῶν συμπτώσεων· ἴασαι ἡμῶν τῆς σαρκὸς τὰ ἐκζέματα, πᾶσαν ἀποκαθιστῶν ἐκ τούτου βλάβην καὶ δεινὴν κάκωσιν, συμπαθῶς τὴν θεραπείαν παρεχόμενος.

Ἐπίθες τοῖς τραύμασιν τοῦ δούλου σου (τοῦ δεῖνα) τὴν σὴν συμπαθεστάτην χεῖρα καὶ τῆς πατρικῆς σου στοργῆς τὸ ἀπόσταγμα τελείαν καὶ ταχινὴν τὴν ῥῶσιν ποιούμενος, ἅμα δὲ ψυχῆς τὴν ἄνεσιν πλειόνως χαριζόμενος, ὡς Θεὸς τοῦ ἐλέους καὶ Πατὴρ τῶν οἰκτιρμῶν καὶ τῶν σοὶ προστρεχόντωνἀντιλήπτωρ καὶ κηδεμὼν φιλόστοργος.

Ὅτι παρὰ σοῦ ζωῆς τὴν ἐλπίδα τῆς αἰωνίου ἐλάβομεν καὶ σοὶ μόνῳ λατρεύομεν, τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

 

 

 





Επίκαιρα κείμενα

DVD Πατήστε εδώ για να το δείτε

Επικοινωνία | Ο Ναός μας | Εκδόσεις
Copyright Ιερός Ναός Αγίου Νικολάου του Νέου, με την υποστήριξη της e-RDA