Εκείνος που για να πιστέψει στο Θεό ζητά θαύματα, δεν έχει αρχοντιά. Για το Θεό αυτό έχει αξία. Να αγαπήσουμε τον Θεό μόνο και μόνο επειδή είναι αγαθός. Όσιος Παΐσιος ο Αγιορείτης



Ιερές Ακολουθίες του μήνα
Αρχική » Λειτουργικά κείμενα » Προσευχές Διάφορες

 

ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΠΑΝΑΓΙΑΣ ΜΑΣ

Τό προσταχθέν μυστικῶς λαβών ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ σπουδῇ ἐπέστη, ὁ Ἀσωματος λέγων τῇ Ἀπειρογάμῳ· Ὁ κλίνας τῇ καταβάσει τούς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν Σοί· Ὅν καί βλέπων ἐν μήτρᾳ Σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν Σοι· Χαίρε, Νύμφη Ἀνύμφευτε.

Τῇ ὑπερμάχῳ στρατηγῷ τά νικητήρια, Ὡς λυτρωθεῖσα τῶν δεινῶν ευχαριστήρια. Ἀναγράφω Σοι ἡ πόλις Σου, Θεοτόκε. Ἀλλ᾽ ὡς ἔχουσα τό κράτος ἀπροσμάχητον, Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω Σοι·

Χαίρε, Νύμφη Ἀνύμφευτε.

γγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τό χαῖρε (τρίς·) καί σύν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν Σε θεωρῶν, Κύριε, ἐξίστατο, καί ἵστατο κραυγάζων πρός Αὐτήν τοιαῦτα·

Χαῖρε, δι᾽ ἧς ἡ χαρά ἐκλάμψει·
χαῖρε, δι΄ ἧς ἡ ἀρά ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις·
χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς·
χαῖρε, βάθος δυσθεώρητον καί Ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα·
χαῖρε, ὅτι βαστάζεις τόν βαστάζοντα πάντα.
Χαῖρε, ἀστήρ ἐμφαίνων τόν Ἥλιον·
χαῖρε, γαστήρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι᾽ ἧς νεουργεῖται ἡ κτίσις·
χαῖρε, δι᾽ ἧς βρεφουργεῖται ο Κτίστης.

Χαίρε, Νύμφη Ἀνύμφευτε.

Βλέπουσα ἡ Ἁγία, ἑαυτήν ἐν ἁγνεία, φησί τῷ Γαβριήλ θαρσαλέως· τό παράδοξόν Σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γάρ συλλήψεως τήν κύησιν πῶς λέγεις; κράζων· Ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον γνῶναι ἡ Παρθένος ζητοῦσα ἐβόησε πρός τόν λειτουργοῦντα· Έκ λαγόνων ἁγνῶν Υἱόν, πῶς ἐστι τεχθῆναι δυνατόν; λέξον μοι. Πρός Ἥν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλήν κραυγάζων οὕτω· Χαῖρε, βουλῆς ἀπορρήτου μύστις·
χαῖρε, σιγῆς δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τό προοίμιον·
χαῖρε, τῶν δογμάτων Αὐτοῦ τό κεφάλαιον.
Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι΄ ἧς κατέβῃ ὁ Θεός·
χαῖρε, γέφυρα μετάγουσα τούς ἐκ γῆς πρός οὐρανόν.
Χαῖρε, τό τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα·
χαῖρε, τό τῶν δαιμόνων πολυθρήνητον τραῦμα.
Χαῖρε, τό φῶς ἀρρήτως γεννήσασα·
χαῖρε, τό πῶς μηδένα διδάξασα.
Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν·
χαῖρε, πιστῶν καταυγάζουσα φρένας.

Χαίρε, Νύμφη Ἀνύμφευτε.

Δύναμις τοῦὙψίστου, ἐπεσκίασε τότε, πρός σύλληψιν τῇ Ἀπειρογάμῳ· καί τήν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρόν ὑπέδειξεν ἡδύν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως· Ἀλληλούϊα.

χουσα θεοδόχον, ἡ Παρθένος τήν μήτραν, ἀνέδραμε πρός τήν Ἐλισάβετ· τό δέ βρέφος ἐκείνης, εὐθύς ἐπιγνόν τόν ταύτης ἀσπασμόν, ἔχαιρε· καί ἅλμασιν ὡς ἄσμασιν ἐβόα πρός τήν Θεοτόκον· Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα·
χαῖρε, καρποῦ ἀκηράτου κτῆμα.
Χαῖρε, γεωργόν γεωργοῦσα φιλάνθρωπον·
χαῖρε, φυτουργόν τῆς ζωῆς ἡμῶν φύουσα.
Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν·
χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις·
χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
Χαῖρε, δεκτόν πρεσβείας θυμίαμα·
χαῖρε, παντός τοῦ κόσμου ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρός θνητούς εὐδοκία·
χαῖρε, θνητῶν πρός Θεόν παρρησία.

Χαίρε, Νύμφη Ἀνύμφευτε.

Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσήφ ἐταράχθη, πρός τήν ἄγαμόν Σε θεωρῶν, καί κλεψίγαμον ὑπονοῶν, Ἄμεμπτε· μαθών δέ Σου τήν σύλληψιν ἐκ Πνεύματος Ἁγίου, ἔφη· Ἀλληλούϊα.

κουσαν οἱ ποιμένες, τῶν Ἀγγέλων ὑμνούντων, τήν ἔνσαρκον Χριστοῦ παρουσίαν· καί δραμόντες ὡς πρός ποιμένα, θεωροῦσι Τοῦτον ὡς ἀμνόν ἄμωμον, ἐν τῇ γαστρί Μαρίας βοσκηθέντα, ἣν ὑμνούντες εἶπον.
Χαῖρε, ἀμνοῦ καί ποιμένος Μήτηρ· χαίρε, αὐλή λογικῶν προβάτων.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον·
χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.
Χαῖρε, ὅτι τά οὐράνια συναγάλλεται τῇ γῇ·
χαῖρε, ὅτι τά ἐπίγεια συγχορεύει οὐρανοῖς.
Χαῖρε, τῶν Ἀποστόλων τό ἀσίγητον στόμα·
χαῖρε, τῶν Ἀθλοφόρων τό ἀνίκητον θάρσος.
Χαῖρε, στερρόν τῆς πίστεως ἔρεισμα·
χαῖρε, λαμπρόν τῆς χάριτος γνώρισμα.
Χαῖρε, δι᾽ ἧς ἐγυμνώθη ὁ Ἅδης·
χαῖρε, δι᾽ ἧς ἐνεδύθημεν δόξαν.

Χαίρε, Νύμφη Ἀνύμφευτε.

Θεοδρόμον ἀστέρα, θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καί ὡς λύχνον κρατοῦντες αὐτόν, δι΄ αὐτοῦ ἠρεύνων κραταιόν Ἄνακτα· καί φθάσαντες τόν ἄφθαστον, ἐχάρησαν Αὐτῷ βοῶντες· Ἀλληλούϊα.

δον παῖδες Χαλδαίων, ἐν χερσί τῆς Παρθένου, τόν πλάσαντα χειρί τούς ἀνθρώπους· καί Δεσπότην νοοῦντες Αὐτόν, εἰ καί δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι, καί βοῆσαι τῇ εὐλογημένη·

Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ·
χαῖρε, αὐγή μυστικῆς ἡμέρας.
Χαῖρε, τῆς απάτης τήν κάμινον σβεσασα·
χαῖρε, τῆς Τριάδος τούς μύστας φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς·
χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας·
χαῖρε, ἡ τοῦ βορβόρου ρυομένη τῶν ἔργων.
Χαῖρε, πυρός προσκύνησιν παύσασα·
χαῖρε, φλογός παθῶν ἀπαλλάττουσα.
Χαῖρε, πιστῶν ὁδηγέ σωφροσύνης·
χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.

Χαίρε, Νύμφη Ἀνύμφευτε.

Κήρυκες θεοφόροι, γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τήν Βαβυλῶνα· ἐκτελέσαντές Σου τόν χρησμόν, και κηρύξαντές Σε τόν Χριστόν ἅπασιν, ἀφέντες τόν Ἡρώδην, ὡς ληρώδη, μή εἰδότα ψάλλειν· Ἀλληλούϊα.

Λάμψας ἐν τῂ Αἰγύπτῳ, φωτισμόν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τό σκότος· τά γάρ εἴδωλα ταύτης, Σωτήρ, μή ἐνέγκαντά Σου τήν ἰσχύν, πέπτωκεν· οἱ τούτων δέ ρυσθέντες ἐβόων πρός τήν Θεοτόκον.
Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων·
χαῖρε, κατάπτωσις τῶν δαιμόνων.
Χαῖρε, τῆς ἀπάτης τήν πλάνην πατήσασα·
χαῖρε, τῶν εἰδώλων τόν δόλον ἐλέγξασα.
Χαῖρε, θάλασσα ποντίσασα Φαραώ τόν νοητόν·
χαῖρε, πέτρα ἡ ποτίσασα τούς διψῶντας τήν ζωήν.
Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τούς ἐν σκότει·
χαῖρε, σκέπη τοῦ κόσμου, πλατυτέρα νεφέλης.
Χαῖρε, τροφή τοῦ Μάννα διάδοχε·
χαῖρε, τρυφῆς ἁγίας διάκονε.
Χαῖρε, ἡ γῆ τῆς ἐπαγγελίας·
χαῖρε, ἐξ ἧς ρέει μέλι και γάλα.

Χαίρε, Νύμφη Ἀνύμφευτε.

Μέλλοντος Συμεῶνος, τοῦ παρόντος αἰῶνος, μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ΄ ἐγνώσθης τούτῳ καί Θεός τέλειος· διόπερ ἐξεπλάγη Σου τήν ἄρρητον σοφίαν, κράζων· Ἀλληλούϊα.

Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ἡμῖν τοῖς ὑπ᾽ αὐτοῦ γενομένοις· ἐξ ἀσπόρου βλαστήσας γαστρός, καί φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον· ἵνα τό θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες·
Χαῖρε, τό ἄνθος τῆς ἀφθαρσίας·
χαῖρε, τό στέφος τῆς ἐγκρατείας.
Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα·
χαῖρε, τῶν Ἀγγέλων τόν βίον ἐμφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί·
χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ᾽ οὗ σκέπονται πολλοί.
Χαῖρε, κυοφοροῦσα ὁδηγόν πλανωμένοις·
χαῖρε, ἀπογεννῶσα λυτρωτήν αἰχμαλώτοις.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις· χαίρε, πολλῶν πταιόντων συγχώρησις.
Χαῖρε, στολή τῶν γυμνῶν παρρησίας·
χαῖρε, στοργή πάντα πόθον νικῶσα.

Χαίρε, Νύμφη Ἀνύμφευτε.

Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τόν νοῦν εἰς οὐρανόν μεταθέντες· διά τοῦτο γάρ ὁ ὑψηλός Θεός, ἐπί γῆς ἐφάνη ταπεινός ἄνθρωπος, βουλόμενος ἑλκύσαι πρός τό ὕψος τούς Αὐτῷ βοῶντας· Ἀλληλούϊα.

λος ἦν ἐν τοῖς κάτω, καί τῶν ἄνω οὐδόλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γάρ θεϊκή, οὐ μετάβασις δέ τοπική γέγονε· καί τόκος ἐκ Παρθένου θεολήπτου, ἀκουούσης ταῦτα·
Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα·
χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα·
χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.
Χαῖρε, ὄχημα πανάγιον τοῦἐπί τῶν Χερουβίμ·
χαῖρε, οἴκημα πανάριστον τοῦἐπί τῶν Σεραφίμ.
Χαῖρε, ἡ τἀναντία εἰς ταὐτο ἀγαγοῦσα·
χαῖρε, ἡ παρθενίαν καί λοχείαν ζευγνῦσα.
Χαῖρε, δι᾽ἧς ἐλύθη παράβασις·
χαῖρε, δι᾽ ἧς ἠνοίχθη Παράδεισος.
Χαῖρε, ἡ κλείς τῆς Χριστοῦ βασιλείας·
χαῖρε, ἐλπίς ἀγαθῶν αἰωνίων.

Χαίρε, Νύμφη Ἀνύμφευτε.

Πᾶσα φύσις Ἀγγέλων κατεπλάγη τό μέγα τῆς Σῆς ἐνανθρωπήσεως ἔργον· τόν ἀπρόσιτον γάρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτόν ἄνθρωπον, ἡμῖν μέν συνδιάγοντα, ἀκουόντα δέ παρά πάντων οὕτως· Ἀλληλούϊα.

Ρήτορας πολυφθόγγους, ὡς ἰχθύας ἀφώνους, ὁρῶμεν ἐπί Σοί, Θεοτόκε· ἀποροῦσι γάρ λέγειν τό πῶς καί Παρθένος μένεις, καί τεκεῖν ἴσχυσας· ἡμεῖς δέ τό Μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·

Χαῖρε, Σοφίας Θεοῦ δοχεῖον·
χαῖρε, προνοίας Αὐτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα·
χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοί συζητηταί·
χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί. Χαίρε, τῶν Ἀθηναῖων τάς πλοκάς διασπῶσα·
χαῖρε, τῶν ἁλιέων τάς σαγήνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα· χαίρε, πολλούς ἐν γνώσει φωτίζουσα.
Χαῖρε, ὁλκάς τῶν θελόντων σωθῆναι·
χαῖρε, λιμήν τῶν τοῦ βίου πλωτήρων.

Χαίρε, Νύμφη Ἀνύμφευτε.

Σῶσαι θέλων τόν κόσμον, ὁ τῶν ὅλων κοσμήτωρ, πρός τοῦτον αὐτεπάγγελτος ἧλθε· καί ποιμήν ὑπάρχων ὡς Θεός, δι΄ ἡμᾶς ἐφάνη καθ΄ ἡμᾶς ἄνθρωπος· ὁμοίῳ γάρ τό ὅμοιον καλέσας, ὡς Θεός ἀκούει· Ἀλληλούϊα.

Τεῖχος εἶ τῶν παρθένων, Θεοτόκε Παρθένε, καί πάντων τῶν εἰς Σέ προστρεχόντων· ὁ γάρ τοῦ οὐρανοῦ καί τῆς γῆς κατεσκεύσασέ σε Ποιητής Ἄχραντε, οἱκήσας ἐν τῇ μήτρᾳ Σου, καί πάντας Σοι προσφωνεῖν διδάξας· Χαῖρε, ἡ στήλη τῆς παρθενίας·
χαῖρε, ἡ πύλη τῆς σωτηρίας.
Χαῖρε, ἀρχηγέ νοητῆς ἀναπλάσεως·
χαῖρε, χορηγέ θεϊκῆς ἀγαθότητος.
Χαῖρε, Σύ γάρ ἀνεγέννησας τούς συλληφθέντας αἰσχρῶς·
χαῖρε, Σύ γάρ ἐνουθέτησας τούς συληθέντας τόν νοῦν.
Χαῖρε, ἡ τόν φθορέα τῶν φρένων καταργοῦσα·
χαῖρε, ἡ τόν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Χαῖρε, παστάς ἀσπόρου νυμφεύσεως·
χαῖρε, πιστούς Κυρίῳ ἁρμόζουσα.
Χαῖρε, καλή κουροτρόφε παρθένων· χαίρε, ψυχῶν νυμφοστόλε ἁγίων.

Χαῖρε, Νύμφη ἀνύμφευτε.

μνος ἅπας ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γάρ τῇ ψάμμῳ ὠδάς, ἅν προσφέρωμέν Σοι, Βασιλεῦ Ἅγιε, οὐδέν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἡμῖν, τοῖς Σοί βοῶσιν· Ἀλληλούϊα.

Φωτοδόχον λαμπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τήν Ἁγίαν Παρθένον· τό γάρ ἄϋλον ἅπτουσα φῶς, ὁδηγεῖ πρός γνῶσιν θεϊκήν ἅπαντας, αὐγῇ τόν νοῦν φωτίζουσα, κραυγῇ δέ τιμωμένη ταῦτα·

Χαῖρε, ἀκτίς νοητοῦ Ἡλίου·
χαῖρε, βολίς τοῦ ἀδύτου φέγγους.
Χαῖρε, ἀστραπή τάς ψυχάς καταλάμπουσα·
χαῖρε, ὡς βροντή τούς ἐχθρούς καταπλήττουσα.
Χαῖρε, ὅτι τόν πολύφωτον ἀνατέλλεις φωτισμός·
χαῖρε, ὅτι τόν πολύρρυτον ἀναβλύζεις ποταμόν.
Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τόν τύπον·
χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τόν ρύπον.
Χαῖρε, λουτήρ ἐκπλύνων συνείδησιν·
χαῖρε, κρατήρ κιρνῶν ἀγαλλίασιν.
Χαῖρε, ὀσμή τῆς Χριστοῦ εὐωδίας·
χαῖρε, ζωή μυστικῆς εὐωχίας.

Χαίρε, Νύμφη Ἀνύμφευτε.

Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δι᾽Ἑαυτοῦ πρός τούς ἀποδήμους τῆς Αὑτοῦ χάριτος· καί σχίσας το χειρόγραφον, ἀκούει παρά πάντων οὕτως. Ἀλληλούϊα.

Ψάλλοντές Σου τόν τόκον, ἀνυμνοῦμεν Σε πάντες, ὡς ἔμψυχον ναόν, Θεοτόκε· ἐν τῇ Σῇ γάρ οἰκήσας γαστρί, ὁ συνεχών πάντα τῇ χειρί Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν Σοι πάντας·
Χαῖρε, σκηνή τοῦ Θεοῦ καί Λόγου·
χαῖρε, Ἁγία Ἁγίων μείζων.
Χαῖρε, κιβωτέ χρυσωθείσα τῷ Πνεύματι·
χαῖρε, θησαυρέ τῆς ζωῆς ἀδαπάνητε.
Χαῖρε, τίμιον διάδημα βασιλέων εὐσεβών·
χαῖρε, καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν.
Χαῖρε, τῆςἘκκλησίας ὁ ἀσάλευτος πύργος·
χαῖρε, τῆς βασιλείας τό ἀπόρθητον τεῖχος.
Χαῖρε, δι᾽ἧς ἐγείρονται τρόπαια·
χαῖρε, δι᾽ ἧς ἐχθροί καταπίπτουσι.
Χαῖρε, χρωτός τοῦ ἐμοῦ θεραπεία·
χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.

Χαίρε, Νύμφη Ἀνύμφευτε.

πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τόν πάντων Ἁγίων Ἁγιώτατον Λόγον· (τρις) δεξαμένη τήν νῦν προσφοράν, ἀπό πάσης ρῦσαι συμφορᾶς ἅπαντας· καί τῆς μελλούσης λύτρωσαι κολάσεως, τούς σοί βοῶντας· Ἀλληλούϊα.

Τῇ ὑπερμάχῳ στρατηγῷ τά νικητήρια, Ὡς λυτρωθεῖσα τῶν δεινῶν ευχαριστήρια. Ἀναγράφω Σοι ἡ πόλις Σου, Θεοτόκε. Ἀλλ᾽ὡς ἔχουσα τό κράτος ἀπροσμάχητον, Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω Σοι· Χαίρε, Νύμφη Ἀνύμφευτε.





Επίκαιρα κείμενα

DVD Πατήστε εδώ για να το δείτε

Επικοινωνία | Ο Ναός μας | Εκδόσεις
Copyright Ιερός Ναός Αγίου Νικολάου του Νέου, με την υποστήριξη της e-RDA