"Ποτέ μην λες «Θα το κάνω αύριο» επειδή το δευτερόλεπτο που ζούμε, εκείνο είναι δικό μας. Το επόμενο δευτερόλεπτο, το επόμενο λεπτό δεν είναι δικά μας, δεν ξέρουμε εαν θα το προλάβουμε..." γ. Διονύσιος της Κολιτσού



Ιερές Ακολουθίες του μήνα
Αρχική » Λειτουργικά κείμενα » Προσευχές Διάφορες

Εὐχή εἰς Ἁγιασμόν

τοῦ ἀνακαινισθέντος ἱεροῦ βήματος,

ποίημα Πρωτ.π.Γεωργίου Χαάς Εφημερίου Ι.Ναού Αγίου Νικολάου Πευκακίων Αθηνών.

Μέγας εἶ, Κύριε, ὁ Θεός ἡμῶν, ὁ ἄναρχος καί αἰώνιος, ὁ ἐκ μή ὄντων εἰς τό εἶναι παραγαγών τά σύμπαντα, ὁ ἐν σοφίᾳ τήν γῆν θεμελιώσας καί στερεώσας τούς οὐρανούς ἐν φρονήσει. Σύ, Παντοκράτορ, ἀπερινόητε καί ἀπερίληπτε, ὁ ἔχων θρόνον οὐρανόν καί ὑποπόδιον τήν γῆν, ηὐδόκησας κατοικεῖν ἐν ἡμῖν καί ἐμπεριπατεῖν τῷ λαῷ σου. Καί ὡς ἱκάνωσας τόν Μωϋσήν καί τόν Βεσελεήλ πρός ἀπαρτισμόν τῆς σκηνῆς τοῦ μαρτυρίου καί ἠγάπησας καί ἡγίασας τά ἔργα τῶν χειρῶν αὐτῶν, τά κατασκευασθέντα ἐκ πολυτίμων ὑλικῶν, ἐκ πορφύρας, βύσσου, ἀσήπτου ξύλου, πολυτίμων λίθων, χαλκοῦ, ἀργύρου καί χρυσοῦ, καί ὡς ἐδέξω τά δῶρα τῶν Μάγων, χρυσόν, λίβανον καί σμύρναν, οὕτως δέξαι καί τά ἔργα τῶν χειρῶν ἡμῶν, ἅ ἐποιήσαμεν πρός εὐπρεπισμόν τοῦ ἐπιγείου Ναοῦ σου.

Δεῖ γάρ κτίσαι καί εὐπρεπίσαι τόν ἐπίγειόν σου Ναόν δι΄ ἁγνῶν καί πολυτίμων ὑλικῶν, ἵνα ἀντανακλᾷ τήν οὐράνιον σου δόξαν καί ἵνα αἰσθανώμεθα ἡμεῖς πάντες, οἱ πιστοί δοῦλοι σου, πλούσιοι καί πένητες, ὅτι ἱστάμεθα ἐν οὐρανῷ καί μετέχομεν τοῦ πατρικοῦ σου πλούτου καί τῆς πατρικῆς σου στοργῆς. Διά τοῦτο προσπίπτομέν σοι καί δεόμεθά σου, ὁ Θεός ἡμῶν· Τόν πρός τήν σήν λατρείαν ἀνακαινισθέντα τοῦτον Ναόν διατήρησον εἰς ἀεί ἐν τῇ θείᾳ σου δόξῃ, καί τό παρόν θυσιαστήριον, τό προσφάτως μαρμαριναῖς πλαξίν ἐνδυσάμενον, ὡς ἔνδειξιν τῆς εὐλαβείας ἡμῶν λαμπρότερον νῦν Ἅγιον Ἁγίων ὑποδέξου, ὥστε ἡμᾶς, παρεστῶτας αὐτῷ, ὡς τῷ φρικτῷ τῆς Βασιλείας θρόνῳ, ἀκατακρίτως καί ἀπαύστως λατρεύειν σοι, δεήσεις ὑπέρ ἡμῶν καί παντός τοῦ λαοῦ σου ἀναπέμποντας, καί τήν ἀναίμακτον θυσίαν τῇ σῇ προσφέροντας ἀγαθότητι, εἰς ἑκουσίων καί ἀκουσίων ἁμαρτημάτων συγχώρησιν, εἰς κυβέρνησιν βίου, εἰς ἀγαθῆς πολιτείας κατόρθωσιν, εἰς ἐκπλήρωσιν πάσης δικαιοσύνης, πρεσβείαις τῆς Ὑπεραγίας Θεοτόκου καί Ἀειπαρθένου Μαρίας καί τοῦ ἐν Ὁσίοις και Μάρτυσι Νικολάου τοῦ Νέου τοῦ ἐν Βουνένοις καί πάντων τῶν Ἁγίων.

τι ηὐλόγηταί σου τό πανάγιον ὄνομα, τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.μήν.


YMNΟΛΟΓΗΜΑΤΑ

Ποίημα Καθηγουμένης Ισιδώρας Μοναχής Αγιοιεροθειτίσης.

Στιχηρά προσόμοια . Ήχος α’ Πανεύφημοι μάρτυρες .

Ευφράνθητι πόλις των Θηβών, και λαμπρώς στολίσθητι , και εις Ναόν τον πανίερον, εν δόξη είσελθε , Νικολάου δεύρο , του Οσιομάρτυρος, του πάλαι εν Βουνένοις αθλήσαντος, αυτού γαρ σήμερον , η εκ βάθρων ανακαίνισις , εξαιρέτως την χαράν παρίστησι.

Ως ήλιος λάμπεις επι γής εκ Βουνένων σήμερον, Οσιομάρτυς Νικόλαε και Θήβαι χαίρουσι, εις το φώς ελθούσαι ,της καινής λαμπρότητος, ο θείος γαρ Ναός σου και άγιος , ιδού προκείμενος ανακαίνισιν απέλαβε, και πρεπούση δόξη, μεγαλύνεται.

Καινίσωμεν δεύτε οι πιστοί της ψυχής το ένδυμα, του Νικολάου προσέλθωμεν Ναόν εις άγιον, εν Θηβών τη πόλει, ούτος καινουργούμενος,την δόξαν ουρανών την αΐδιον, εκφαίνει άπασι, συν Αγγέλοις ευφραινόμενοι, μετά δόξης τον Θεόν δοξάσωμεν.

Ευλόγησον Δέσποτα Χριστέ, Νικολάου σήμερον, του αθλητού σου δεήσεσι πιστούς ικέτας σου τους εν προθυμία, τουτου καινουργήσαντας εν Θήβαις τον Ναόν και βοώντας σοι, τους κόπους πρόσδεξαι, και ιδρώτας ημών Κύριε, ως αγάπης και λατρείας δώρημα.

Δόξα. Ήχος πλ.α’.

Η λαμπρά σου άρτι εορτή, εν χαρά ημάς συνήγαγεν, Οσιομάρτυς του Χριστού Νικόλαε, την ωραιότητα προβάλλουσα του θείου φωτός, και την καλλονήν σφραγίζουσα της ουρανίου δόξης. Και γαρ ο πάνσεπτος Ναός σου, εν τη πόλει των Θηβών ανακαίνισιν εδέξατο καινήν, και εξωραϊσθη λίαν ευπρεπώς, την πρέπουσαν σοι τιμήν οικείως προβαλλόμενος. Όθεν και ημείς, άσμασι  καινοίς πανηγυρίζοντες μετ΄ευφροσύνης σκιρτώμεν, και αγαλλόμενοι βοώμεν σοι. Αξίωσον ημάς εν καινότητι ζωής περιπατείν, ίνα τον παλαιόν αποθέμενοι άνθρωπον, Χριστόν υπαντήσωμεν τον λύσαντα του θανάτου την φθοράν, και καινουργήσαντα ημάς χαρισάμενος Αιωνίου Βασιλείας την απόλαυσιν.

Εξαποστειλάριον. Ήχος γ’. Ο Ουρανών τοις άστροις.

Τω σω Ναώ εν Θήβαις συναθροισθέντες  οι πιστοί, του καινισμού τιμώμεν, την πανευφρόσυνον χαράν, και σοι Νικόλαε χαίρε, συν τοις Βουνένοις βοώμεν.

Απολυτίκιον. Ήχος α΄. Της ερήμου πολίτης…

Ο Ναός σου εν Θήβαις, αθλοφόρε Νικόλαε, ανακαινισθείς συγκαλείται τους πιστούς εις πανήγυριν και γαρ της ωραιότητος Χριστού, εκφαίνει τας ακτίστους κολλονάς εγκαινίζων Βασιλείας των ουρανών την δόξαν εν λαμπρότητι. Χαίροις Οσιομάρτυς θαυμαστέ, χαίροις Βουνένων έφορε, χαίροις ο εν τη πόλει των Θηβών, οικείως παριστάμενος.





Επίκαιρα κείμενα

DVD Πατήστε εδώ για να το δείτε

Επικοινωνία | Ο Ναός μας | Εκδόσεις
Copyright Ιερός Ναός Αγίου Νικολάου του Νέου, με την υποστήριξη της e-RDA