Νὰ θυμᾶσαι πὼς κάθε ἄνθρωπος ποὺ συναντᾶς κάτι φοβᾶται, κάτι ἀγαπᾶ καὶ κάτι ἔχει χάσει. (Τζ. Μπράουν)



Ιερές Ακολουθίες του μήνα
Αρχική » Λειτουργικά κείμενα » Προσευχές Διάφορες

Κύριε παντοκράτορ ὁ Θεός ἡμων, οἰκτίρμον καί ἐλεῆμον, ὁ τόν ἀγαπητόν σου Υἱόν, τόν Κύριον ἠμῶν Ἰησουν Χριστόν συγχωρήσας Σταυρόν καί θάνατον ὑπέρ ἠμῶν τῶν κατακρίτων ἑκουσίως καθυπομεῖναι, ἴνα τῷ θανάτω αὐτοῦ τά τῆς σαρκός ἠμῶν πάθη νέκρωση, καί τῇ ἀναστάσει αὐτοῦ νεκρωθέντας ἠμᾶς, τῇ παραβάσει τῶν ἐντολῶν σου, ζωοποιήση, καί τῇ δυνάμει τοῦ Σταυροῦ φωτίσας τούς ἐν σκοτει πρός τό φῶς τῆς σῆς ἐπιγνώσεως ἑλκύση. Δίδαξον ἠμᾶς, δεόμεθά σου, ἴνα, καθάπερ βλέπομεν τόν Σταυρόν ὑψούμενον, οὕτω καί αὐτόν τόν σταυρωθέντα ἐν αὐτω ἐπιγινώσκοντες, πρός θεωρίας ὕψωσιν τῆς αὐτοῦ Θεότητος ἀναγώμεθα καί ἔργοις ἀγαθοῖς τόν βίον ἡμῶν κοσμοῦντες, καί τήν φαιδράν ἡμέραν ταύτην εὐλαβῶς τιμῶντες, καταξιωθῶμεν τῆς οὐρανῶν βασιλείας καί χαρᾶς ἀπολαῦσαι. Ὅτι εὐλογητος εἶ εἰς τούς αἰώνας τῶν αἰώνων. ’Αμήν.

 

 

Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμων, ἀγαθέ καί φιλάνθρωπε,  ἐπί τοῦ ξύλου τοῦ Σταυροῦ τόν ὑπέρ ἡμῶν ἑκούσιον θάνατον σαρκί καταδεξάμενος, ἴνα τούς διά τοῦ ξύλου θανατωθέντας, δι’ αὐτοῦ αὖθις ἑξαναστήση. Αὐτος καί νῦν, Δέσποτα, οἴκτειρρν ἠμᾶς, οὖς πάλαι τῷ Τιμίω Αἵματι σου ἐλυτρώσω, καί τῆς ἐπικειμένης ἠμῖν τυραννίας, οἶς τρόποις οἶδας, ρυσάμενος, εἰς τήν πρώτην ἐλευθερίαν ἀποκατάστησον, ἴνα ἐν εἰρήνη τό ὑπόλοιπόν της ζωῆς ἡμων ζῶντες, εὐσεβῶς σέ προσκυνῶμεν καί λατρεύωμεν, καί ἐν ψαλμοῖς καί ὕμνοις καί ᾠδαῖς πνευματικαῖς τήν πανσεβάσμιον ὕψωσιν τοῦ τιμίου Σου Σταυροῦ ἐτησίως γεραίροντες, σέ τόν ἐν αὐτῷ ὑψωθέντα ἔχωμεν, νῦν μέν τήν τῶν πταισμάτων ἠμῶν ἄφεσιν εὐμενῶς χαριζόμενον, ἐν δέ τῷ μέλλοντι τῶν αἰωνίων ἀγαθῶν τήν ἀπόλαυσιν παρεχόμενον. Ὅτι εὐλογητός εἶ εἰς τούς αἰώνας. Ἀμήν.

ΜΕΓΑ ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ

 

 





Επίκαιρα κείμενα

DVD Πατήστε εδώ για να το δείτε

Επικοινωνία | Ο Ναός μας | Εκδόσεις
Copyright Ιερός Ναός Αγίου Νικολάου του Νέου, με την υποστήριξη της e-RDA