Εκείνος που για να πιστέψει στο Θεό ζητά θαύματα, δεν έχει αρχοντιά. Για το Θεό αυτό έχει αξία. Να αγαπήσουμε τον Θεό μόνο και μόνο επειδή είναι αγαθός. Όσιος Παΐσιος ο Αγιορείτης



Ιερές Ακολουθίες του μήνα
Αρχική » Λειτουργικά κείμενα » Προσευχές Διάφορες

Τα μεγαλυνάρια ψάλλονται την Κυριακή το πρωί κατά την Ακολουθία του Μεσονυκτικού . 


ξιόν ἐστιν ὡς ἀληθῶς, τήν Ὑπέρθεον ὑμνεῖν Τριάδα, Ἄναρχον Πατέρα καί Παντουργόν, Συνάναρχον Λόγον, πρό αἰώνων ἐκ τοῦ Πατρός, ἀρρεύστως τεχθέντα, καί τό Ἅγιον Πνεῦμα, τό ἐκ Πατρός ἀχρόνως ἐκπορευόμενον.

ξιόν ἐστιν ὡς ἀληθῶς, τοῦ δοξάζειν Σε τόν Θεόν Λόγον, ὃν φρίττει καί τρέμει  τά Χερουβείμ καί δοξολογοῦσι αἱ Δυνάμεις τῶν Οὐρανῶν, τόν ἑξαναστάντα, Τριήμερον ἐκ Τάφου, Χριστόν τόν Ζωοδότην φόβω δοξάσωμεν.

μνήσωμεν πάντες Θεοπρεπῶς, ἄσμασιν ἐνθέοις τόν Πατέρα καί τόν Υἱόν καί Πνεῦμα τό Θεῖον, Τρισυπόστατον κράτος, τήν μίαν Βασιλείαν καί Κυριότητα.

ν ὑμνοῦσι πάντες οἱ γηγενεῖς, καί δοξολογοῦσιν αἱ Δυνάμεις τῶν Οὐρανῶν, τήν ὑπό τῶν πάντων πιστῶν προσκυνουμένην, Μονάδα κατ’ οὐσίαν τήν Τρισυπόστατον.

Τ

ήν Κυριαρχίαν τῶν Χερουβείμ, καί τήν Θεαρχίαν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαιρέτως Τριάδα ἐν Μονάδι, τήν ὄντως Θεαρχίαν, Σέ μεγαλύνομεν.

Π

ατέρα τόν Ἄναρχον καί Θεόν, Συνάναρχον Λόγον, σύν τῷ Πνεύματι προσκυνῶ, Ἀχώριστον  μίαν ἡνουμένην Οὐσίαν, Τρισάριθμον Μονάδα, ὕμνοις τιμήσωμεν.

Τ

άς ἀκτινοβόλους σου ἀστραπᾶς, λάμψον μοί Θεέ μου, Τρισυπόστατε Παντουργέ, καί οἶκόν με δεῖξον Σῆς ἀπροσίτου δόξης, φαιδρόν καί φωτοφόρον καί ἀναλλοίωτον.

ν φρίττει καί τρέμει τά Χερουβείμ, καί δοξολογοῦσι τῶν ἀγγέλων αἱ στρατιαί, τόν ἐκ τῆς Παρθένου ἀφράστως σαρκωθέντα, Χριστόν τόν Ζωοδότην φόβω δοξάσωμεν.

κ νεκρῶν ἰδοῦσα τόν Σόν Υἱόν, Ἄχραντε Παρθένε ἀναστάντα Θεοπρεπῶς, χαρᾶς ἀνεκφράστου ἡ κτίσις ἐπληροῦτο, Αὐτόν δοξολογοῦσα καί Σέ γεραίρουσα.

Τ

ήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

 

 





Επίκαιρα κείμενα

DVD Πατήστε εδώ για να το δείτε

Επικοινωνία | Ο Ναός μας | Εκδόσεις
Copyright Ιερός Ναός Αγίου Νικολάου του Νέου, με την υποστήριξη της e-RDA