"Ο,τιδήποτε πάθουμε άδικα από κάποιον,ο Θεός υπολογίζει την αδικία αυτή είτε προς διάλυση των αμαρτημάτων μας, είτε προς απόδοση αμοιβής…'' Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος



Ιερές Ακολουθίες του μήνα
Αρχική » Λειτουργικά κείμενα » Προσευχές Διάφορες

ΠΑΡΑΣΚΕΥΗ ΤΟΥ ΠΑΣΧΑ.

ΤΗΣ ΖΩΟΔΟΧΟΥ ΠΗΓΗΣ

ΣΥΜΠΛΗΡΩΜΑΤΙΚΑ ΥΜΝΟΛΟΓΗΜΑΤΑ ΔΙΑ ΤΟΥΣ ΒΟΥΛΟΜΕΝΟΥΣ ΕΟΡΤΑΣΑΙ ΤΗΝ ΘΕΟΜΗΤΟΡΑ

(Ῥήγα)

ΕΝ ΤΩ ΜΕΓΑΛΩ  ΕΣΠΕΡΙΝΩ

 

Μετὰ τὸ θυμιᾶσαι τὸν Ἱερέα, καὶ εἰπεῖν· Δόξα τῆ ἁγίᾳ καὶ ὁμοουσίῳ· ψάλλομεν τὸ Χριστὸς Ἀνέστη ιγ΄, ὡς συνήθως. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι΄, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα γ΄, καὶ Ἀνατολικὸν α΄ τοῦ πλ. β΄ Ἤχος· καὶ τῆς Ζωοδόχου Πηγῆς τὰ ἐν τῷ Πεντηκοσταρίῳ γ΄ Στιχηρὰ Προσόμοια, δευτεροῦντες αὐτά.

Δόξα.

Τίς λαλήσει τὰς δυναστείας Σου Πηγή... 

 

τερον. Ἦχος β΄.

 

Τίς Σε κατ’ ἀξίαν ἐπαινέσει καὶ μακαρίσει Κόρη Θεόνυμφε, ὑπὲρ τῆς διὰ Σοῦ γεγονυίας τῷ κόσμῳ ἀπολυτρώσεως; Εὐχαριστοῦντες οὖν κραυγάζομέν Σοι λέγοντες· Χαῖρε ἡ τὸν Ἀδὰμ θεώσασα, καὶ τὰ διεστῶτα συνάψασα· χαῖρε ἡ φωτίσασα τὸ γένος ἡμῶν, τῇ φωτοφόρῳ Ἀναστάσει τοῦ Υἱοῦ Σου καὶ Θεοῦ ἡμῶν· Σὲ γὰρ χριστιανῶν τὸ γένος, ἀπαύστως μεγαλύνομεν

Καὶ νῦν. 

Τίς μὴ μακαρίσει Σε.

Εἴσοδος. Φῶς ἱλαρόν.

Προκείμενον: γαπήσω Σε Κύριε ἡ ἰσχύς μου...

Καὶ τὰ Ἀναγνώσματα.

Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα. Ἦχος α΄.

 

Παρθενικὴ πανήγυρις σήμερον ἀδελφοί· σκιρτάτω ἡ κτίσις· χορευέτω ἡ ἀνθρωπότης· συνεκάλεσε γὰρ ἡμᾶς ἡ Ἁγία Θεοτόκος, τὸ ἀμόλυντον κειμήλιον τῆς παρθενίας, ὁ λογικὸς τοῦ δευτέρου Ἀδὰμ Παράδεισος, τὸ ἐργαστήριον τῆς ἑνώσεως τῶν δύο φύσεων, ἡ πανήγυρις τοῦ σωτηρίου συναλλάγματος, ἡ παστάς, ἐν ᾗ ὁ Λόγος ἐνυμφεύσατο τὴν σάρκα, ἡ ὄντως κούφη νεφέλη, ἡ τὸν ἐπὶ τῶν Χερουβὶμ μετὰ σώματος βαστάσασα. Ταῖς Αὐτῆς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.

 

Τίς Σε κατ’ ἀξίαν ἐπαινέσει, καὶ μακαρίσει Κόρη Θεόνυμφε, ὑπὲρ τῆς διὰ Σοῦ γεγονυίας τῷ κόσμῳ ἀπολυτρώσεως; Εὐχαριστοῦντες οὖν κραυγάζομέν Σοι λέγοντες· Χαῖρε ἡ τὸν Ἀδὰμ θεώσασα, καὶ τὰ διεστῶτα συνάψασα· χαῖρε ἡ φωτίσασα τὸ γένος ἡμῶν, τῇ φωτοφόρῳ Ἀναστάσει τοῦ Υἱοῦ Σου καὶ Θεοῦ ἡμῶν· Σὲ γὰρ χριστιανῶν τὸ γένος, ἀπαύστως μεγαλύνομεν.

Ἦχος ὁ αὐτός.

 

ς θησαυρὸς πολυτελής, καὶ κρήνη βρύουσα ῥεῖθρα θαυμάτων, ὡς Ζωοδόχος Πηγή, ἡ Παρθένος δέδεικται ἅπασι· νόσους θεραπεύουσα ποικίλων παθημάτων, θλίψεών τε φλόγα δροσίζουσα· διὸ καὶ πάντας ἐκθαμβοῖ, τὰ ξένα τῆς θείας Πηγῆς τῆς Παρθένου θαυμάσια.

 

Ἦχος πλ. α΄.

 

Δεῦτε πάντα τὰ ἔθνη, ἐν φωνῇ ἀγαλλιάσεως, τὴν Παναγίαν Παρθένον, καὶ Θεοτόκον ἀνευφημήσωμεν· τὴν Ζωοδόχον Πηγὴν τὴν ἀένναον, τὴν ἀναβλύζουσαν ὕδωρ ἀθάνατον· τὴν προχέουσαν ζωῆς ῥεῖθρα ἀκένωτα, τοῖς προστρέχουσι πιστῶς, καὶ ταῦτα ἀρυομένοις· τὴν παρέχουσαν πᾶσι δαψιλῶς, δωρεὰς ναμάτων ζωηῤῥήτων· τὴν πλουσίως διανέμουσαν τοῖς πιστοῖς τὰ ἰάματα. Ταύτην οὖν ἐν ὕμνοις χρεωστικῶς ὑμνήσωμεν· δι’ αὐτῆς γὰρ γέγονεν, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Δόξα. Ἦχος β΄.

 

ς θησαυρὸς πολυτελής, καὶ κρήνη βρύουσα ῥεῖθρα θαυμάτων, ὡς Ζωοδόχος Πηγή, ἡ Παρθένος δέδεικται ἅπασι· νόσους θεραπεύουσα, ποικίλων παθημάτων, θλίψεων τε φλόγοα δροσίζουσα· διὸ καὶ πάντας ἐκθαμβοῖ, τὰ ξένα τῆς θείας Πηγῆς τῆς Παρθένου θαυμάσια.

 

 

Καὶ νῦν. Ἦχος πλ. β΄.

 

Συγχάρητε ἡμῖν, ἅπασαι αἱ τῶν Παρθένων χοροστασίαι· ἡ προστασία γὰρ ἡμῶν, καὶ μεσίτρια καὶ σκέπη, καὶ μέγα καταφύγιον, τὴν σήμερον ἡμέραν, ἐν τῇ σεπτῇ αὐτῆς καὶ θείᾳ προμηθείᾳ, τοὺς θλιβομένους παραμυθεῖται· ὅθεν κατὰ χρέος, ἀνυμνοῦντες αὐτήν, βοήσωμεν· σκέπασον ἡμᾶς, ἐν τῇ θείᾳ προστασίᾳ Σου, Ἄχραντε Θεοτόκε Δέσποινα.  

 

 

Ἀπολυτίκιον τῆς Ζωοδόχου Πηγῆς. Ἦχος πλ. α΄. 

Τὸν Συνάναρχον Λόγον. 

 

Τῶ Ναῶ τῆς Παρθένου πάντες προσέλθωμεν, καὶ Πηγὴν τὴν Ἁγίαν ὕμνοις τιμήσωμεν, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψις· ὅτι παρέχει δαψιλῶς, ἡ Ζωοδόχος δωρεάν, ἰάσεις τῶν ἀσθενούντων, καὶ μήτηρ τῆς εὐσπλαγχνίας, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.

Μετὰ δὲ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

 

Τὴν ὑπερύμνητον, καὶ παντευλόγητον, τὴν Ἀειπάρθενον, Κόρην ὑμνήσωμεν· ὅτι ἐπήγασεν ἡμῖν ὕδωρ ἀθανασίας. Δεῦτε οὖν προσπέσωμεν, καὶ πιστῶς ἐκβοήσωμεν· Δέσποινα Παντάνασσα, σκέπε φρούρει τοὺς δούλους Σου, Παρθένε Θεοτόκε, βοῶντάς Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Προκείμενον: Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.

Ἡγίασε τὸ σκήνωμα Αὐτοῦ ὁ Ὕψιστος.

Εὐαγγέλιον κατὰ Λουκᾶν: Ἀναστᾶσα Μαριάμ...

νάστασιν Χριστοῦ θεασάμενοι..., ἄνευ τοῦ Ν΄ ψαλμοῦ.


Δόξα: Ταῖς τῆς Θεοτόκου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

 

Ἰδιόμελον. Ἦχος β΄.

Στ.: γίασε τὸ σκήνωμα Αὐτοῦ ὁ Ὕψιστος.

 

ς θησαυρὸς πολυτελής... ζήτει εἰς τὴν Λιτήν.

 

Οἱ Κανόνες· τοῦ Πάσχα μετὰ τῶν Εἱρμῶν εἰς στ΄· καὶ τῆς Ζωοδόχου Πηγῆς ὡς ἔχει ἐν τῷ Πεντηκοσταρίῳ, εἰς η΄.

Ἐξαποστειλάριον· τοῦ Πάσχα· καὶ τῆς Θεοτόκου ἐξαποστειλάριον.

Γυναῖκες ἀκουτίσθητε.

πήγασας, ἀνύμφευτε,  τὸ ὕδωρ τὸ σωτήριον  τοῖς ἐν αὐχμῷ ἀγνωσίας  ὑπάρχουσι, τὸν Δεσπότην·  καὶ νῦν πηγάζεις νάματα τοῖς ἀσθενοῦσι, πάναγνε,  τὰ πάθη ἀπελαύνουσα  καὶ τὰς πλημμύρας τῶν νόσων,  τὸν Λόγον γεγεννηκυῖα.

Ἐκ τοῦ χειρογράφου κώδικος ὑπ᾿ ἀριθμ. 12 τῆς Ἱ. Μονῆς Βατοπεδίου (φ. 108-142), ἀναγόμενον εἰς τὸν ιε΄ αἰ., ἐν Πρωτοπρεσβυτέρου Κων/ντίνου Παπαγιάννη, Παρατηρήσεις ἐπὶ τῆς ἀκολουθίας τῆς Ζωηφόρου Πηγῆς, ἀνάτυπον ἐκ τῆς «Κληρονομίας», τόμος 27, τεύχη Α΄-Β΄, 1995, Πατριαρχικὸν Ἵδρυμα Πατερικῶν Μελετῶν, Θεσσαλονίκη 1996.] Πηγή:Ψαλτολόγιον.

Εἰς τοὺς Αἴνους, Ἀναστάσιμα τῆς Ὀκτωήχου δ΄, καὶ τῆς Θεοτόκου τα παρόντα δ’ προσόμοια .

Ἦχος α΄. Τῶν Οὐρανίων Ταγμάτων. 

 

Δεδοξασμένη ὑπάρχεις ἐν γενεαῖς γενεῶν, Παρθενομῆτορ Κόρη, Θεοτόκε Μαρία, τοῦ κόσμου προστασία τεκοῦσα σαρκί, τὸν Υἱὸν τοῦ Ἀνάρχου Πατρός, καὶ συναΐδιον Πνεύματι ἀληθῶς· Ὅν ἱκέτευε σωθῆναι ἡμᾶς.(Δίς)

 

γίασε τὸ σκήνωμα Αὐτοῦ ὁ Ὕψιστος.

 

Οἱ συνεχόμενοι θλίψεσιν ἀδοκήτοις Ἁγνή, Σὲ προστασίαν μόνη, κεκτημένοι Παρθένε, βοῶμεν εὐχαρίστως· Σῶσον ἡμᾶς, Παναγία Θεόνυμφε· Σὺ γὰρ ὑπάρχεις τοῦ κόσμου καταφυγή, καὶ ἀντίληψις τοῦ γένους ἡμῶν.

 

Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.

 

νεκαινίσθη ὁ κόσμος ἐν τῇ κυήσει Σου, Θεοκυήτορ Κόρη, τῶν πιστῶν σωτηρία, καὶ ἄγρυπνος προστάτης τῶν εὐσεβῶν, αἰτουμένων Σε Ἄχραντε. Μὴ διαλίπῃς πρεσβεύουσα ἐκτενῶςς, ὑπὲρ πάντων τῶν ὑμνούντων Σε.

 

Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα.

Δόξα. Ἦχος πλ. β΄. 

Τὴν τῶν παρθένων καλλονήν, και χαρμονὴν τῶν Νόων, τὴν μόνην Θεοτόκον, καὶ τῶν πιστῶν ἀῤῥαγὲς περιτείχισμα, συνελθόντες ὦ φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις, ὑμνήσωμεν λέγοντες· χαίροις Παρθενομῆτορ Ἁγνή, λυχνία χρυσαυγής, καὶ πύλη ἐπουράνιε· χαίροις σκηνὴ ἁγιάσματος, ἡ τὸν Θεὸν χωρήσασα ἐν μήτρᾳ Σου Πανάχραντε· χαίροις τῶν οὐρανίων ταγμάτων ὑπερτέρα, ἁπάντων ἀσυγκρίτως. Διὸ ἀνυμνοῦντάς Σε πίστει καὶ πόθῳ ἀεί, καὶ τὸν Τόκον Σου προσκυνοῦντας τὸν ἄσπορον.

Καὶ νῦν. Ἦχος πλ. α΄.

ναστάσεως ἡμέρα...

Χριστὸς Ἀνέστη ἐκ γ΄.

 

Τὰ τῆς Λειτουργίας ὡς ἔχουσιν ἐν τῷ Πεντηκοσταρίῳ.

Πηγή:VOYTSINASILIAS.



 





Επίκαιρα κείμενα

DVD Πατήστε εδώ για να το δείτε

Επικοινωνία | Ο Ναός μας | Εκδόσεις
Copyright Ιερός Ναός Αγίου Νικολάου του Νέου, με την υποστήριξη της e-RDA