"Ο,τιδήποτε πάθουμε άδικα από κάποιον,ο Θεός υπολογίζει την αδικία αυτή είτε προς διάλυση των αμαρτημάτων μας, είτε προς απόδοση αμοιβής…'' Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος



Ιερές Ακολουθίες του μήνα
Αρχική » Λειτουργικά κείμενα » Προσευχές Διάφορες

Δόξα... Ἦχος πλ. δ'

Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα, ὀρθρίζει γὰρ τὸ πνεῦμα μου, πρὸς ναὸν τὸν ἅγιον σοῦ, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον,
ἀλλ' ὡς οἰκτιρμῶν κάθαρον, εὐσπλάγχνῳ σοῦ ἐλέει.

Καὶ νῦν... Θεοτοκίον

Ἦχος ὁ αὐτὸς

Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε, αἰσχραῖς γὰρ κατερρύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥᾳθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας,
ταῖς σαῖς πρεσβείαις ῥυσαὶ μέ, πάσης ἀκαθαρσίας.

 

 Στίχ. Ἐλέησον μὲ ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.

 

Ἦχος πλ. β'

Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως, ἀλλὰ θαρρὼν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου,
ὡς ὁ Δαυὶδ βοώ σοι. Ἐλέησον μὲ ὁ Θεός, κατὰ τὸ μέγα σοῦ ἔλεος.

 

ΠΡΟΣΕΥΧΕΣ ΓΙΑ ΤΗΝ  ΜΕΓΑΛΗ ΤΕΣΣΑΡΑΚΟΣΤΗ

 

 Ευχή του Οσίου Εφραίμ του Σύρου

 

Κ

ύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας, μή μοι δῷς.

     Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς, καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλω.

     Ναὶ Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμά πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου˙ ὅτι εὐλογητὸς εἰ εἰς τοὺς αἰῶνας τῶν αἰώνων ˙ Ἀμήν.

 

 

Λέγοντας την ευχή αυτή καλόν είναι να κάνουμε μετάνοιες.

 

 

ΕΥΧΗ ΠΡΟΣ ΤΗΝ ΠΑΝΑΓΙΑ

Π

 αναγία Δέσποινα Θεοτόκε, ἀποδίωξον τοὺς πονηροὺς καὶ ἀκαθάρτους λογισμοὺς ἀπὸ τῆς ἀθλίας καὶ ταλαιπώρου μου ψυχῆς, καὶ καρδίας, καὶ κατάσβεσόν μου τὴν φλόγα τῶν παθῶν, καὶ ἐλέησον μέ, ὅτι ἀσθενῇς καὶ ταλαίπωρος εἶμι ἐγώ˙ καὶ ῥυσαὶ μὲ ἀπὸ τῶν ἐπερχομένων μοι πονηρῶν ἐνθυμήσεων καὶ προλήψεων˙ ὅτι ὑπερευλογημένη ὑπάρχεις, καὶ τὸ Ὄνομά σου τὸ ἅγιον δεδοξασμένον εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

 

Τις δύο αυτές προσευχές μπορούμε να τις λέμε πολλές φορές την ημέρα.





Επίκαιρα κείμενα

DVD Πατήστε εδώ για να το δείτε

Επικοινωνία | Ο Ναός μας | Εκδόσεις
Copyright Ιερός Ναός Αγίου Νικολάου του Νέου, με την υποστήριξη της e-RDA